ὀλλυμένη, πρώτη πεῖρα Θεμιστοκλέους.Στέλλευ ἐπʼ Εὐφρήτην, Ζηνὸς τέκος· εἰς σὲ γὰρ ἤδηἠῷοι Πάρθων αὐτομολοῦσι πόδες.στέλλευ, ἄναξ· δήεις δὲ φόβῳ κεχαλασμένα τόξα,Καῖσαρ· πατρῴων δʼ ἄρξαι ἀπʼ ἐντολέωνῬώμην δʼ, ὠκεανῷ περιτέρμονα πάντοθεν, αὐτὸςπρῶτος ἀνερχομένῳ σφράγισαι ἠελίῳ.Σκίπων με πρὸς νηὸν ἀνήγαγεν, ὄντα βέβηλονοὐ μοῦνον τελετῆς, ἀλλὰ καὶ ἠελίου·μύστην δʼ ἀμφοτέρων με Θεαὶ θέσαν οἶδα δʼ ἐκείνῃνυκτὶ καὶ ὀφθαλμῶν νύκτα καθηράμενος.ἀσκίπων δʼ εἰς ἄστυ κατέστιχον, ὄργια Δηοῦςκηρύσσων γλώσσης ὄμμασι τρανότερον.ταῦροι πρηϋτένοντες, ἀροτρευτῆρες ἀρούρης,εἰν ἁλὶ τοὺς γαίης ἀντέχομεν καμάτους·αὔλακα τὴν ἀσίδαρον ἐν ὕδασιν ἕλκομεν ἄμφω,μακροτόνων σχοίνων ἅμμα σαγηνόδετονἰχθύσι δʼ ἐκ σταχύων λατρεύομεν. ἆ ταλαεργοί·ἤδη κἠν πελάγει καρπὸν ἀροῦσι βόες.Ταύρῳ φρικαλέον νάπος ἐκβαίνοντι ΔοβήρουΠευκέστης ἵππῳ καρτερὸς ἠντίασεν.ἀλλʼ ὁ μὲν ὡρμήθη πρηὼν ἅτε τοῦ δʼ ἁπαλοῖοΠαιονίδα λόγχην ἧκε διὰ κροτάφου·συλήσας κεφαλῆς δὲ διπλοῦν κέρας, αἰὲν ἐκείνῳζωροποτῶν ἐχθροῦ κόμπον ἔχει θανάτου.τίπτε τὸν ὀγκητὴν βραδύπουν ὄνον ἄμμιγʼ ἐν ἵπποιςγυρὸν ἀλωειναῖς ἐξελάατε δρόμον;οὐχ ἅλις, ὅττι μύλοιο περίδρομον ἄχθος ἀνάγκῃσπειρηδὸν σκοτόεις κυκλοδίωκτος ἔχω;ἀλλʼ ἔτι καὶ πώλοισιν ἐρίζομεν. ἦ ῥʼ ἔτι λοιπὸννῦν μοι τὴν σκολιὴν αὐχένι γαῖαν ἀροῦν.τὸ βρέφος Ἑρμώνακτα διεχρήσασθε μέλισσαιʽφ̔εῦ κύνεσ̓ ἑρπυστήν, κηρία μαιόμενονπολλάκι δʼ ἐξ ὑμέων ἐψισμένον ὠλέσατʼ, αἰαῖ,κέντροις. εἰ δʼ ὀφίων φωλεὰ μεμφόμεθα,πείθεο Λυσιδίκῃ καὶ Ἀμύντορι μηδὲ μελίσσαςαἰνεῖν κἀκείναις πικρὸν ἔνεστι μέλι.τῇ βαιῇ Καλαθίνῃ ὑπὸ σκυλάκων μογεούσῃΛητωὶς κούφην εὐτοκίην ἔπορεν.μούναις οὔ τι γυναιξὶν ἐπήκοος, ἀλλὰ καὶ αὐτὰς