συνεζοφώθη πόντος, ἐκ δὲ νειάτωνμυχῶν βυθῖτις ψάμμος ἐξηρεύγετο,ἱστὸς δὲ πᾶς ὤλισθεν εἰς ἁλὸς πτύχας,φορτὶς δʼ ἐσύρετʼ ἐς ἀίδαν πλανωμένη,ἀρωγοναύτας δαίμονας Λυσίστρατοςἐλιπάρησεν οἱ δὲ τῷ νεωκόρῳμούνῳ θάλασσαν ἀγρίαν ἐκοίμισαν,†οὐδʼ ἢν Ὠκεανὸς πᾶσαν πλήμμυραν ἐγείρῃ,οὐδʼ ἢν Γερμανίη Ῥῆνον ἅπαντα πίῃ,Ῥώμης οὐδʼ ὅσσον βλάψει σθένος, ἄχρι κε μίμνῃδεξιὰ σημαίνειν Καίσαρι θαρσαλέη.οὕτως χαἰ ἱεραὶ Ζηνὸς δρύες ἔμπεδα ῥίζαιςἑστᾶσιν, φύλλων δʼ αὖα χέουσ’ ἄνεμοι.παίδων ὃν μὲν ἔκαιεν Ἀρίστιον, ὃν δʼ ἐσάκουσεναυηγὸν δισσὸν δʼ ἄλγος ἔτηξε μίαν.αἰαῖ μητέρα Μοῖρα διείλετο, τὴν ἴσα τέκνακαὶ πυρὶ καὶ πικρῷ νειμαμένην ὕδατι.πουλὺ Λεωνίδεω κατιδὼν δέμας αὐτοδάικτονΞέρξης ἐχλαίνου φάρεϊ πορφυρέῳ·κἠκ νεκύων δʼ ἤχησεν ὁ τᾶς Σπάρτας πολὺς ἥρως·“οὐ δέχομαι προδόταις μισθὸν ὀφειλόμενονἀσπὶς ἐμοὶ τύμβου κόσμος μέγας· αἶρε τὰ Περσῶνχἤξω κεἰς ἀΐδην ὡς Λακεδαιμόνιοσ”πορφυρέαν τοι τάνδε, Λεωνίδα, ὤπασε χλαῖνανΞέρξης, ταρβήσας ἔργα τεᾶς ἀρετᾶς.οὐ δέχομαι· προδόταις αὕτα χάρις. ἀσπὶς ἔχοι μεκαὶ νέκυν ὁ πλοῦτος δʼ οὐκ ἐμὸν ἐντάφιον.ἀλλʼ ἔθανες· τί τοσόνδε καὶ ἐν νεκύεσσιν ἀπεχθὴςΠέρσαις; οὐ θνᾴσκει ζᾶλος ἐλευθερίας.πῶλον, τὸν πεδίων ἀλλʼ οὐχ ἁλὸς ἱππευτῆρα,νηὶ διαπλώειν πόντον ἀναινόμενον,μὴ θάμβει χρεμέθοντα καὶ ἐν ποσὶ λὰξ πατέοντατοίχους, καὶ θυμῷ δεσμὰ βιαζόμενον.ἄχθεται εἰ φόρτου μέρος ἔρχεται· οὐ γάρ ἐπʼ ἄλλοιςκεῖσθαι τὸν πάντων ἔπρεπεν ὠκύτατον.Σκύλλος, ὅτε Ξέρξου δολιχὸς στόλος Ἑλλάδα πᾶσανἤλαυνεν, βυθίην εὕρετο ναυμαχίην,Νηρῆος λαθρίοισιν ὑποπλεύσας τενάγεσσι,καὶ τὸν ἀπʼ ἀγκύρης ὅρμον ἔκειρε νεῶν.αὔτανδρος δʼ ἐπὶ γῆν ὠλίσθανε Περσὶς ἄναυδος