οἷον ἐτεκτήνω δόλιον ξύλον, οἷον ἐνῆκαςἀνθρώποις θανάτῳ κέρδος ἐλεγχόμενον;ἦν ὄντως μερόπων χρύσεον γένος, εἰ γʼ ἀπὸ χέρσουτηλόθεν, ὡς Ἀίδης, πόντος ἀπεβλέπετο.ἐκλάσθην ἐπὶ γῆς ἀνέμῳ πίτυς· ἐς τί με πόντῳστέλλετε ναυηγὸν κλῶνα πρὸ ναυτιλίης;ἐς τί πίτυν πελάγει πιστεύετε, γομφωτῆρες,ἧς πολὺς ἐξ ὀρέων ῥίζαν ἔλυσε Νότος;αἴσιον οὐκ ἔσομαι πόντου σκάφος, ἐχθρὸν ἀήταιςδένδρεον ἐν χέρσῳ τὰς ἁλὸς οἶδα τύχας.Ἀρτιπαγῆ ῥοθίαισιν ἐπὶ κροκάλαισί με νῆα,καὶ μήπω χαροποῦ κύματος ἁψαμέναν,οὐδʼ ἀνέμεινε θάλασσα· τὸ δʼ ἄγριον ἐπλήμμυρενχεῦμα καὶ ἐκ σταθερῶν ἥρπασεν ἠιόνωνὁλκάδα τὰν δείλαιον % ἀεὶ κλόνος, ᾗ γε τὰ πόντουχεύματα κἠν χέρσῳ λοίγια κἠν πελάγει.οὔπω ναῦς, καὶ ὄλωλα· τί δʼ ἂν πλέον, εἰ βυθὸν ἔγνων,ἔτλην; φεῦ, πάσαις ὁλκάσι μοῖρα κλύδων,μυρία με τρίψασαν ἀμετρήτοιο θαλάσσηςκύματα, καὶ χέρσῳ βαιὸν ἐρεισαμένην,ὤλεσεν οὐχὶ θάλασσα, νεῶν φόβος, ἀλλʼ ἐπὶ γαίηςἭφαιστος. τίς ἐρεῖ πόντον ἀπιστότερον;ἔνθεν ἔφυν ἀπόλωλα· παρʼ ἠιόνεσσι δὲ κεῖμαι,χέρσῳ τὴν πελάγευς ἐλπίδα μεμφομένη.ἄρτι με πηγνυμένην ἀκάτου τρόπιν ἔσπασε γείτωνπόντος, κἠν χέρσῳ εἰς ἐμὲ μηνάμενος.ὁλκὰς ἀμετρήτου πελάγους ἀνύσασα κέλευθον,καὶ τοσάκις χαροποῖς κύμασι νηξαμένη,ἣν ὁ μέλας οὔτʼ Εὖρος ἐπόντισεν, οὔτʼ ἐπὶ χέρσονἤλασε χειμερίων ἄγριον οἶδμα Νότων,ἐν πυρὶ νῦν ναυηγὸς ἐγὼ χθονὶ μέμφομʼ ἀπίστῳ,νῦν ἁλὸς ἡμετέρης ὕδατα διζομένη.σιγήσας ἄρυσαι. τίνος οὕνεκα ; μηκέτʼ ἀρύου.τεῦ χάριν; ἡσυχίης ἡδὺ λέλογχα ποτόν.δύσκολος ἡ κρήνη. γεῦσαι, καὶ μᾶλλον ἐρεῖς μεδύσκολον. ὢ πικροῦ νάματος. ὢ λαλιῆς.εἰ μὲν ἀνὴρ ἥκεις, ἄρυσαι, ξένε, τῆσδʼ ἀπὸ πηγῆς·εἰ δὲ φύσει μαλακός, μή με πίῃς πρόφασιν.ἄρρεν ἐγὼ ποτόν εἰμι, καὶ ἀνδράσι μοῦνον ἀρέσκω·τοῖς δὲ φύσει μαλακοῖς ἡ φύσις ἐστὶν ὕδωρ.