Ἄρεϊ· τοιαύταις χερσὶν ὀφειλόμεθα.οἵους ἀνθʼ οἵων οἰκήτορας, ὦ ἐλεεινή,εὕραο. φεῦ μεγάλης Ἑλλάδος ἀμμορίης.αὐτίκα καὶ γαίης χθαμαλωτέρη εἴθε, Κόρινθε,κεῖσθαι, καὶ Λιβυκῆς ψάμμου ἐρημοτέρη,ἢ τοίοις διὰ πᾶσα παλιμπρήτοισι δοθεῖσαθλίβειν ἀρχαίων ὀστέα Βακχιαδῶν.οὐκέτι πυργωθεὶς ὁ φαλαγγομάχας ἐπὶ δῆρινἄσχετος ὁρμαίνει μυριόδους ἐλέφας,ἀλλὰ φόβῳ στείλας βαθὺν αὐχένα πρὸς ζυγοδέσμους,ἄντυγα διφρουλκεῖ Καίσαρος οὐρανίου.ἔγνω δʼ εἰρήνης καὶ θὴρ χάριν ὄργανα ῥίψαςἌρεος, εὐνομίης ἀντανάγει πατέρα.ὄρνι, τί μοι φίλον ὕπνον ἀφήρπασας; ἡδὺ δὲ Πύρρηςεἴδωλον κοίτης ᾤχετʼ ἀποπτάμενον.ἢ τάδε θρέπτρα τίνεις, ὅτι θῆκά σε, δύσμορε, πάσηςᾠοτόκου κραίνειν ἐν μεγάροις ἀγέλης;ναὶ βωμὸν καὶ σκῆπτρα Σαράπιδος, οὐκέτι νυκτὸςφθέγξεαι, ἀλλʼ ἕξεις βωμὸν ὃν ὠμόσαμεν.ὁ πρὶν ἐγὼ Ῥοδίοισιν ἀνέμβατος ἱερὸς ὄρνις,ὁ πρὶν Κερκαφίδαις αἰετὸς ἱστορίη,ὑψιπετῆ τότε ταρσὸν ἀνὰ πλατὺν ἠέρʼ ἀερθεὶςἤλυθον, Ἠελίου νῆσον ὅτʼ εἶχε Νέρωνκείνου δʼ αὐλίσθην ἐνὶ δώμασι, χειρὶ συνήθηςκράντορος, οὐ φεύγων Ζῆνα τὸν ἐσσόμενον.οὗτος ὁ Κεκροπίδῃσι βαρὺς λίθος Ἄρεϊ κεῖμαι,ξεῖνε, Φιλιππείης σύμβολον ἠνορέης,ὑβρίζων Μαραθῶνα καὶ ἀγχιάλου Σαλαμῖνοςἔργα, Μακηδονίης ἔγχεσι κεκλιμένα.ὄμνυε νῦν νέκυας, Δημόσθενες· αὐτάρ ἔγωγεκαὶ ζωοῖς ἔσομαι καὶ φθιμένοισι βαρύς.οὐλόμεναι νήεσσι Καφηρίδες, αἵ ποτε νόστονὠλέσαθʼ Ἑλλήνων καὶ στόλον Ἰλιόθεν,πυρσὸς ὅτε ψεύστας χθονίης δνοφερώτερα νυκτὸςἧψε σέλα, τυφλὴ δʼ ἔδραμε πᾶσα τρόπιςχοιράδας ἐς πέτρας, Δαναοῖς πάλιν Ἴλιος ἄλληἔπλετε, καὶ δεκέτους ἐχθρότεραι πολέμου.καὶ τὴν μὲν τότʼ ἔπερσαν ἀνίκητος δὲ Καφηρεύς.Ναύπλιε σοὶ χάρμην Ἑλλὰς ἔκλαυσε δάκρυ.ὅτʼ ἐξ ἀήτου Λίβυος, ἐκ ζαοῦς Νότου;