πεζὸν ἀποκλείων ἴχνος ὁδοιπορίης;ἦ μεθύεις ὄμβροισι, καὶ οὐ Νύμφαισι διαυγὲςνᾶμα φέρεις, θολεραῖς δʼ ἠράνισαι νεφέλαις.ὄψομαι ἠελίῳ σε κεκαυμένον, ὅστις ἐλέγχεινκαὶ γόνιμον ποταμῶν καὶ νόθον οἶδεν ὕδωρ.λάρνακα πατρῴων ἔτι λείψανα κοιμίζουσαννεκρῶν χειμάρρῳ παῖς ἴδε συρομένηνκαί μιν ἄχος τόλμης ἐπλήσατο, χεῦμα δʼ ἀναιδὲςεἰσέθορεν, πικρὴν δʼ ἦλθʼ ἐπὶ συμμαχίην.ὀστέα μὲν γὰρ ἔσωσεν ἀφʼ ὕδατος, ἀντὶ δὲ τούτωναὐτὸς ὑπὸ βλοσυροῦ χεύματος ἐφθάνετο.Ληθαίης ἀκάτοιο τριηκοσίους ὅτε ναύταςδεύτερον ἔσχʼ Ἀίδης, πάντας ἀρηϊφάτους,Σπάρτας ὁ στόλος, εἶπεν “ἴδʼ ὡς πάλι πρὸςθια πάντατραύματα, καὶ στέρνοις δῆρις ἔνεστι μόνοιςνῦν γε μόθου κορέσασθε, καὶ εἰς ἐμὸν ἀμπαύσασθεὕπνον, ἀνικάτου δῆμος Ἐνυαλίου.”Λαίλιος, Αὐσονίων ὑπάτων κλέος, εἶπεν ἀθρήσαςΕὐρώταν· Σπάρτης χαῖρε φέριστον ὕδωρ.Μουσάων δʼ ἐπὶ χεῖρα βαλὼν πολυΐστορι βίβλῳ,εἶδεν ὑπὲρ κορυφῆς σύμβολον εὐμαθίης·κίτται, μιμηλὸν βιότου πτερόν, ἐν σκιεροῖσινἄγκεσι παμφώνων μέλπον ἀπὸ στομάτων.ὡρμήθη δʼ ἐπὶ ταῖσι. τί δʼ οὐ ζηλωτὸς ὁ μόχθος,εἰ καὶ πτηνὰ ποθεῖξυνὸν ὁπηνίκα θαῦμα κατείδομεν Ἀσὶς ἅπασα,πῶλον ἐπʼ ἀνδρομέαν σάρκα φριμασσόμενον,Θρηικίης φάτνης πολιὸς λόγος εἰς ἐμὸν ὄμμαἤλυθε δίζημαι δεύτερον Ἡρακλέα.ξεῖνοι, παρθένος εἰμὶ τὸ δένδρεον εἴπατε δάφνηςφείσασθαι δμώων χερσὶν ἑτοιμοτόμοις·ἀντὶ δʼ ἐμεῦ κομάρου τις ὁδοιπόρος ἢ τερεβίνθουδρεπτέσθω χθαμαλὴν ἐς χύσιν οὐ γὰρ ἑκάς·ἀλλʼ ἀπʼ ἐμεῦ ποταμὸς μὲν ὅσον τρία, τοῦ δʼ ἀπὸ πηγῶνὕλη πανθηλὴς δοιὰ πέλεθρʼ ἀπέχει.οὔρεα Πυρηναῖα καὶ αἱ βαθυάγκεες Ἄλπεις,αἳ Ῥήνου προχοὰς ἐγγὺς ἀποβλέπετε,μάρτυρες ἀκτίνων, Γερμανικὸς ἃς ἀνέτειλεν,ἀστράπτων Κελτοῖς πουλὺν ἐνυάλιον.οἱ δʼ ἄρα δουπήθησαν ἀολλέες· εἶπε δʼ Ἐνυὼ