λεύσσων, οὐδʼ ἄλλων λὰξ ἐβάρυνʼ ὀάρους·στρέψας δʼ ἀνθόβολον κρατὸς τρίχα, τὴν κελαδεινὴνπηκτίδα μουσοπόλοις χερσὶν ἐπηρέθισα.καὶ τάδε δρῶν εὔκοσμον ἔχω βίον οὐδὲ γὰρ αὐτὸςκόσμος ἄνευθε λύρης ἔπλετο καὶ στεφάνου.καὶ πότε δὴ νήεσσ’ ἄφοβος πόρος, εἰπέ, θάλασσα,εἰ καὶ ἐν ἀλκυόνων ἤμασι κλαυσόμεθα,ἀλκυόνων, αἷς πόντος ἀεὶ στηρίξατο κῦμανήνεμον, ὡς κρῖναι χέρσον ἀπιστοτέρην;ἀλλὰ καὶ ἡνίκα μαῖα καὶ ὠδίνεσσιν ἀπήμωναὐχεῖς, σὸν φόρτῳ δῦσας Ἀριστομένην.Καρφαλέος δίψει Φοίβου λάτρις εὖτε γυναικὸςεἶδεν ὑπὲρ τύμβου κρωσσίον ὀμβροδόκον,κλάγξεν ὑπὲρ χείλους, ἀλλʼ οὐ γένυς ἥπτετο βυσσοῦ.Φοῖβε, σὺ δʼ εἰς τέχνην ὄρνιν ἐκαιρομάνεις·χερμάδα δὲ % ψαλμῶν σφαῖρον ποτὸν ἅρπαγι χείλειἔφθανε μαιμάσσων λαοτίνακτον ὕδωρ.καύματος ἐν θάμνοισι λαλίστατος ἡνίκα τέττιξφθέγξατο διγλώσσῳ μελπόμενος στόματι,δουνακόεντα Κρίτων συνθεὶς δόλον, εἷλεν ἀοιδὸνἠέρος, οὐκ ἰδίην ἰξοβολῶν μελέτην.ἄξια δʼ οὐχ ὁσίης θήρης πάθεν οὐ γὰρ ἔτʼ ἄλλωνπήξατʼ ἐπʼ ὀρνίθων εὔστοχον ὡς πρὶν ἄγρην.καὶ τὸν; ἀρουραῖον γυρήτομον αὔλακα τέμνειμηροτυπεῖ κέντρῳ πειθομένη δάμαλις·καὶ μετʼ ἀροτροπόνους ζεύγλας πάλι τῷ νεοθηλεῖπινομένη μόσχῳ δεύτερον ἄλγος ἔχει.μὴ θλίψῃς αὐτὴν ὁ γεωμόρος· οὗτος ὁ βαιὸςμόσχος, ἐὰν φείσῃ, σοὶ τρέφεται δαμάλης.κάπρον μὲν χέρσῳ Κόδρος ἔκτανε· τὴν δὲ ταχεῖανεἰν ἁλὶ καὶ χαροποῖς κύμασιν εἷλʼ ἔλαφον.εἰ δʼ ἦν καὶ πτηνὴ θηρῶν φύσις, οὐδʼ ἂν ἐν αἴθρῃτὴν κείνου κενεὴν Ἄρτεμις εἶδε χέρα.λῶπος ἀποκλύζουσα παρὰ κροκάλαισι θαλάσσηςχερνῆτις, διεροῦ τυτθὸν ὕπερθε πάγου,χέρσον ἐπεκβαίνοντι κατασπασθεῖσα κλύδωνι,δειλαίη πικροῦ κῦμʼ ἔπιεν θανάτου·πνεῦμα δʼ ὁμοῦ πενίῃ ἀπελύσατο. τίς κʼ ἐνὶ νηὶθαρσήσαι πεζοῖς τὴν ἀφύλακτον ἅλα;Λαβροπόδη χείμαρρε, τί δὴ τόσον ὧδε κορύσσῃ,