Φοίβῳ τὰς ἀνίσους χεῖρας ἐπεγράφετο.θάμνου ποτʼ ἄκρους ἀμφὶ κλῶνας ἥμενοςτέττιξ πτερῷ, φλέγοντος ἡλίου μέσου,νηδὺν ῥαπίζων, δαίδαλʼ αὐτουργῷ μέλειἡδὺς κατωργάνιζε τῆς ἐρημίας.Κρίτων δʼ, ὁ πάσης ἰξοεργὸς Πιαλεὺςθήρης, ἀσάρκου νῶτα δουνακεύσατο.τίσιν δʼ ἔτισεν εἰς γὰρ ἠθάδας πάγαςσφαλεὶς ἀλᾶται παντὸς ἱμείρων πτεροῦ.Ἰοτυπὴς Διὸς ὄρνις ἐτίσατο Κρῆτα φαρέτρης,οὐρανόθεν τόξῳ τόξον ἀμυνόμενος·κεῖνον δʼ εὐθὺς ἄκοντι παλινδρομέοντι κατέκταἠέριος, πίπτων δʼ ἔκτανεν ὡς ἔθανεν.μηκέτʼ ἐφʼ ὑμετέροις ἀψευδέσι Κρῆτες ὀιστοῖςαὐχεῖθʼ· ὑμνείσθω καὶ Διὸς εὐστοχίη.ἵμερον αὐλήσαντι πολυτρήτων διὰ λωτῶνεἶπε λιγυφθόγγῳ Φοῖβος ἐπὶ Γλαφύρῳ·“ Μαρσύη, ἐψεύσω τεὸν εὕρεμα, τοὺς γὰρ Ἀθήνηςαὐλοὺς ἐκ Φρυγίης οὗτος ἐληΐσατο·εἰ δὲ σὺ τοιούτοις τότʼ ἐνέπνεες, οὐκ ἂν Ὕαγνιςτὴν ἐπὶ Μαιάνδρῳ κλαῦσε δύσαυλον ἔριν.”Ἰκαρίην πλώων [ πρῴην] ἅλα, νηὸς ὀλισθὼνΔᾶμις ὁ Νικαρέτου κάππεσεν εἰς πέλαγος.πολλὰ πατὴρ δʼ ἠρᾶτο πρὸς ἀθανάτους, καὶ ἐς ὕδωρφθέγγεθʼ, ὑπὲρ τέκνου κύματα λισσόμενος.ὤλετο δʼ οἰκτίστως βρυχθεὶς ἁλί· κεῖνο δὲ πατρὸςἔκλυεν ἀράων οὐδὲ πάλαι πέλαγος.Κρῆσσα κύων ἐλάφοιο κατʼ ἴχνιον ἔδραμε Γοργώ,ἔγκυος, ἀμφοτέρην Ἄρτεμιν εὐξαμένη·τίκτε δʼ ἀποκτείνουσα· θοὴ δʼ ἐπένευσεν Ἐλευθὼἄμφω, εὐαγρίης δῶρα καὶ εὐτοκίης·καὶ νῦν ἐννέα παισὶ διδοῖ γάλα. φεύγετε, Κρῆσσαικεμμάδες, ἐκ τοκάδων τέκνα διδασκόμεναι.Κλασθείσης ποτὲ νηὸς ἐν ὕδατι δῆριν ἔθεντοδισσοὶ ὑπὲρ μούνης μαρνάμενοι σανίδος.τύψε μὲν Ἀνταγόρης Πεισίστρατον οὐ νεμεσητόν,ἦν γὰρ ὑπὲρ ψυχῆς· ἀλλʼ ἐμέλησε Δίκῃ.νῆχε δʼ ὁ μὲν, τὸν δʼ εἷλε κύων ἁλός. ἦ παναλάστωρκηρῶν οὐδʼ ὑγρῷ παύεται ἐν πελάγει.κωμάζω, χρύσειον ἐς ἑσπερίων χορὸν ἄστρων