ἓν μόνον αἰπυτάτου μῆλον ἐπʼ ἀκρεμόνος·ἡ δὲ κύων δένδρων καρποφθόρος, ἡ πτιλόνωτοςκάμπἠ, καὶ τὸ μόνον βάσκανος ἐξέφαγεν.ὁ Φθόνος εἰς πολὺν ὄγκον ἀπέβλεπεν ὃς δὲ τὰ μικρὰπορθεῖ, καὶ τούτου χείρονα δεῖ με λέγειν.ἡ Καθαρὴ ʽ Νύμφαι γὰρ ἐπώνυμον ἔξοχον ἄλλωνκρήνῃ πασάων δῶκαν ἐμοὶ λιβάδωνʼ,ληιστὴς ὅτε μοι παρακλίντορας ἔκτανεν ἄνδρας,καὶ φονίην ἱεροῖς ὕδασι λοῦσε χέρα,κεῖνον ἀναστρέψασα γλυκὺν ῥόον, οὐκέθʼ ὁδίταιςβλύζω· τίς γὰρ ἐρεῖ τὴν Καθαρὴν ἔτι με;ἡ πάρος εὐύδροισι λιβαζομένη προχοαῖσι,πτωχὴ νῦν νυμφῶν μέχρι καὶ εἰς σταγόνα·λυθρώδεις γὰρ ἐμοῖσιν ἐνίψατο νάμασι χεῖραςἀνδροφόνος, κηλῖδʼ ὕδασιν ἐγκεράσας·ἐξ οὗ μοι κοῦραι φύγον ἥλιον, εἰς ἕνα Βάκχον,εἰποῦσαι, νύμφαι μισγόμεθʼ, οὐκ ἐς Ἄρη.ἤριπεν ἐξ ἄκρης δόμος ἀθρόος, ἀλλʼ ἐπὶ παιδὶνηπιάχῳ Ζεφύρου πολλὸν ἐλαφρότερος·φείσατο κουροσύνης καὶ ἐρείπιον. ὦ μεγάλαυχοιμητέρες, ὠδίνων καὶ λίθος αἰσθάνεται.ἡ τὸ πάλαι Λαῒς πάντων βέλος, οὐκέτι Λαΐςἀλλʼ ἐτέων φανερὴ πᾶσιν ἐγὼ Νέμεσις.οὐ μὰ Κύπριν ʽτί δὲ Κύπρις ἐμοὶ γʼ ἔτι, πλὴν ὅσον ὅρκος;ʼγνώριμον οὐδʼ αὐτῇ Λαΐδι Λαῒς ἔτι.ἡ πάρος εὐπετάλοισιν ἐν οἰνάνθαις νεάσασα,καὶ τετανῶν βοτρύων ῥᾶγα κομισσαμένη,νῦν οὕτω γραιοῦμαι. ἴδʼ ὁ χρόνος οἷα δαμάζει·καὶ σταφυλὴ γήρως αἰσθάνεται ῥυτίδων.ἠρίθμουν ποτὲ πάντες Ἀριστοδίκην κλυτόπαιδαἑξάκις ὠδίνων ἄχθος ἀπωσαμένηνἤρισε δʼ εἰς αὐτὴν ὕδωρ χθονί· τρεῖς γὰρ ὄλοντονούσῳ, λειπόμενοι δʼ ἤμυσαν ἐν πελάγει.αἰεὶ δʼ ἡ βαρύδακρυς, ἐπὶ στήλαις μὲν ἀηδών,μεμφομένη δὲ βυθοῖς ἀλκυονὶς βλέπεται.ἡ γραῦς Εὐβούλη, ὅτε οἱ καταθύμιον ἦν τι,Φοίβου τὸν πρὸ ποδῶν μάντιν ἄειρε λίθον,χείρεσι πειράζουσα· καὶ ἦν βαρύς, ἡνίκα μή τιἤθελεν εἰ δὲ θέλοι, κουφότερος πετάλων.αὐτὴ δὲ πρήσσουσα τὸ οἱ φίλον, ἤν ποθʼ ἁμάρτῃ,