Θήβη· φεῦ Μούσης ἔμπαλιν ἁρμονίης·κωφὰ δέ μοι κεῖται λυροθελγέα λείψανα πύργων,πέτροι μουσοδόμοις τείχεσιν αὐτόμολοι,σῆς χερός, Ἀμφίων, ἄπονος χάρις· ἑπτάπυλον γὰρπάτρην ἑπταμίτῳ τείχισας ἐν κιθάρῃ.ἐχθίστη Μούσαις σελιδηφάγε, λωβήτειραφωλάς, ἀεὶ σοφίης κλέμματα φερβομένη,τίπτε, κελαινόχρως, ἱεραῖς ψήφοισι λοχάζῃ,σίλφη, τὴν φθονερὴν εἰκόνα πλαττομένη;φεῦγʼ ἀπὸ Μουσάων, ἴθι τηλόσε, μηδʼ ὅσον ὄψειβάσκανον † ἐν ψήφῳ δόξαν ἐπεισαγάγῃς.ἐς βαθὺν ἥλατο Νεῖλον ἀπʼ ὀφρύος ὀξὺς ὁδίτης,ἡνίκα λαιμάργων εἶδε λύκων ἀγέλην.ἀλλά μιν ἀγρεύσαντο διʼ ὕδατος· ἔβρυχε δʼ ἄλλοςἄλλον, ἐπουραίῳ δήγματι δραξάμενος.μακρὰ γεφυρώθη δὲ λύκοις βυθός, ἔφθανε δʼ ἄνδρανηχομένων θηρῶν αὐτοδίδακτος ἄρης.ἐν Θήβαις Κάδμου κλεινὸς γάμος, ἀλλὰ μυσαχθὴςΟἰδίποδος· τελετὰς Εὔιος ἠσπάσατο,ἃς γελάσας Πενθεὺς ὠδύρατο τείχεα χορδαῖςἔστη, καὶ λωτοῖς ἔστενε λυόμενα·Ἀντιόπης ὁσίη, χαλεπὴ δʼ ὠδὶς Ἰοκάστης·ἦν Ἰνὼ φιλόπαις, ἀλλʼ ἀσεβὴς Ἀθάμας.† οἰκτρὸν ἀεὶ πτολίεθρον ἴδʼ ὡς ἐσθλῶν περὶ Θήβαςμύθων καὶ στυγνῶν ἤρκεσεν ἱστορίη.ἡ πυρὶ πάντα τεκοῦσα Φιλαίνιον, ἡ βαρυπενθὴςμήτηρ, ἡ τέκνων τρισσὸν ἰδοῦσα τάφον,ἀλλοτρίαις ὠδῖσιν ἐφώρμισα· ἦ γὰρ ἐώλπεινπάντως μοι ζήσειν τοῦτον ὃν οὐκ ἔτεκον.ἡ δʼ εὔπαις θετὸν υἱὸν ἀνήγαγον ἀλλά με δαίμωνἤθελε μηδʼ ἄλλης μητρὸς ἔχειν χάριτα.κληθεὶς ἡμέτερος γὰρ ἀπέφθιτο· νῦν δὲ τεκούσαιςἤδη καὶ λοιπαῖς πένθος ἐγὼ γέγονα.ἠρίθμει πολὺν ὄλβον Ἀριστείδης ὁ πενιχρὸςτὴν ὄιν ὡς ποίμνην, τὴν βόα δʼ ὡς ἀγέληνἤμβροτε δʼ ἀμφοτέρων· ἀμνὴν λύκος, ἔκτανε δʼ ὠδὶςτὴν δάμαλιν, πενίης δʼ ὤλετο βουκόλιον·πηροδέτῳ δʼ ὃ γʼ ἱμάντι κατʼ αὐχένος ἅμμα πεδήσαςοἰκτρὸς ἀμυκήτῳ κάτθανε πὰρ καλύβῃ.ἥμισύ μευ ζώειν ἐδόκουν ἔτι, κεῖνο δʼ ἔφυσεν