πλῆσαν ὀρῶν κορυφὰς χιόνεαι νιφάδες,δείλαιαι ποταμοῖσιν ἐφώρμισαν, ἐλπίδι φροῦδοιχλιῆναι νοτεροῖς ἄσθμασιν ὠκὺ γόνυ.τὰς δὲ περιφράξας ἐχθρὸς ῥόος ἀθρόον ἄφνωχειμερίῃ στυγεροῦ δῆσε πάγοιο πέδῃ.πληθὺς δʼ ἀγροτέρων ἀλίνου θοινήσατο θήρης,ἣ φύγεν ἁρπεδόνην πολλάκι καὶ στάλικα.Δυσμοίρων θαλάμων ἐπὶ παστάσιν οὐχ Ὑμέναιος,ἀλλʼ Ἀίδης ἔστη πικρογάμου Πετάλης.δείματι γὰρ μούνην πρωτόζυγα Κύπριν ἀνʼ ὄρφνηνφεύγουσαν, ξυνὸν παρθενικαῖσι φόβον,φρουροδόμοι νηλεῖς κύνες ἔκτανον· ἣν δὲ γυναῖκαἐλπὶς ἰδεῖν, ἄφνως ἔσχομεν οὐδὲ νέκυν.Ἐθραύσθης, ἡδεῖα παρʼ οἰνοπόταισι λάγυνε,νηδύος ἐκ πάσης χευαμένη Βρόμιον.τηλόθε γὰρ λίθος εἰς σὲ βαρύστονος, οἷα κεραυνός,οὐ Διὸς ἐκ χειρῶν, ἀλλὰ Δίωνος ἔβη.ἦν δὲ γέλως ἐπὶ σοὶ καὶ σκώμματα πυκνά, τυπείσης,καὶ πολὺς ἐξ ἑτάρων γινόμενος θόρυβος.οὐ θρηνῶ σε, λάγυνε, τὸν εὐαστῆρα τεκοῦσανΒάκχον, ἐπεὶ Σεμέλη καὶ σὺ πεπόνθατʼ ἴσα.Εὐθηλῆ πλάτανόν με Νότου βαρυλαίλαπες αὖραιῥίζης ἐξ αὐτῆς ἐστόρεσαν δαπέδοις·λουσαμένη Βρομίῳ δʼ ἔστην πάλιν, ὄμβρον ἔχουσαχείματι καὶ θάλπει τοῦ Διὸς ἡδύτερον.ὀλλυμένη δʼ ἔζησα· μόνη δὲ πιοῦσα Λυαῖον,ἄλλων κλινομένων, ὀρθοτέρη βλέπομαι.εἰ τοῖος Διόνυσος ἐς ἱερὸν ἦλθεν Ὄλυμπον,κωμάζων Λήναις σύν ποτε καὶ Σατύροις,οἷον ὁ τεχνήεις Πυλάδης ὠρχήσατο κεῖνον,ὀρθὰ κατὰ τραγικῶν τέθμια μουσοπόλων,παυσαμένη ζήλου Διὸς ἂν φάτο σύγγαμος Ἥρη·ἐψεύσω, Σεμέλη, Βάκχον ἐγὼ δʼ ἔτεκον.Εὐπέταλον γλαυκὰν ἀναδενδράδα τάνδε παρʼ ἄκραιςἱδρυθεὶς λοφιαῖς Πὰν ὅδʼ ἐπισκοπέω.εἰ δέ σε πορφύροντος ἔχει πόθος, ὦ παροδῖτα,βότρυος, οὐ φθονέω γαστρὶ χαριζομένῳ·ἢν δὲ χερὶ ψαύσῃς κλοπίῃ μόνον, αὐτίκα δέξῃὀζαλέην βάκτρου τήνδε καρηβαρίην.ἔστην ἐν φόρμιγγι, κατηρείφθην δὲ σὺν αὐλῷ