νήπιε, καὶ σκυτάλην ἀγριέλαιον ὁρῇς;χαίροις Ἀλκείδα δαμαληφάγε, καὶ τάδε φρούρειαὔλια, κἠξ ὀλίγων μυριόβοια τίθει.βούπαις ὡπόλλων τόδε χάλκεον ἔργον Ὀνατᾶ,ἀγλαΐης Λητοῖ καὶ Διὶ μαρτυρίη,οὔθʼ ὅτι τῆσδε μάτην Ζεὺς ἤρατο, χὤτι κατʼ αἶνονὄμματα καὶ κεφαλὴν ἀγλαὸς ὁ Κρονίδης.οὐδʼ Ἥρῃ νεμεσητὸν ἐχεύατο χαλκὸν Ὀνατᾶς,ὃν μετʼ Ἐλειθυίης τοῖον ἀπεπλάσατο.βίβλων ἡ γλυκερὴ λυρικῶν ἐν τεύχεϊ τῷδεπεντὰς ἀμιμήτων ἔργα φέρει Χαρίτων.δῶρον δʼ εἰς ἱερὴν Ἀντωνίῃ ἥκομεν ἠῶ,κάλλευς καὶ πραπίδων ἔξοχʼ ἐνεγκαμένῃ.βαιὸν ἀποπλανίην λιπομήτορα παῖδα Καλύπτρηςκριὸς ἑλιξόκερως θεῖνε θρασυνόμενος.κάπρος δʼ Ἡράκλειος ἀπορρήξας ἀπὸ δεσμῶν,ἐς νηδὺν κριοῦ πᾶσαν ἔβαψε γένυνζωὴν νηπιάχῳ δʼ ἐχαρίσσατο. ἆρʼ † ἀπὸ ἭρηςἩρακλέης βρεφέων ᾤκτισεν ἡλικίην;βουκόλος ἔπλεο, Φοῖβε, Ποσειδάων δὲ καβάλλης,κύκνος Ζεύς, Ἄμμων δʼ ὡμφιβόητος ὄφις,χοἰ μὲν ἐπʼ ἠιθέας, σὺ δὲ παιδικός, ὄφρα λάθοιτε·ἐστὲ γὰρ οὐ πειθοῦς εὐνέται, ἀλλὰ βίης.Εὐαγόρας δʼ ὢν χαλκὸς ἄτερ δόλου αὐτὸς ἐναργὴςπάντας καὶ πάσας, οὐ μεταβαλλόμενος.Γλαῦκος ὁ νησαίοιο διαπλώουσιν ὁδηγὸςπορθμοῦ, καὶ Θασίων ἔντροφος αἰγιαλῶν,πόντου ἀροτρευτὴρ ἐπιδέξιος, οὐδʼ, ὅτʼ ἔκνωσσεν,πλαζομένῃ στρωφῶν πηδάλιον παλάμῃ,μυριέτης, ἁλίοιο βίου ῥάκος, οὐδʼ, ὅτʼ ἔμελλενθνῄσκειν, ἐκτὸς ἔβη γηραλέης σανίδος·τοὶ δὲ κέλυφος ἔκαυσαν ἐπʼ ἀνέρι, τόφρʼ ὁ γεραιὸςπλώσῃ ἐπʼ οἰκείης εἰς ἀίδην ἀκάτου.γήθησαν περὶ παιδὸς Ἀριστίπποιο τοκῆες,καὶ κλαῦσαν μοίρης δʼ ἦμαρ ἓν ἀμφοτέρης.εὖτε γὰρ αἰθόμενον δόμον ἔκφυγεν, ἰθὺ κεραυνοῦΖεὺς κατὰ οἱ κεφαλῆς ἄσπετον ἧκε σέλας.τοῦτο δʼ ἔπος τότʼ ἔλεξαν ὅσοι νέκυν ὠδύροντο·ὦ πυρὶ δαιμονίῳ τλῆμον ὀφειλόμενε.Δειματόεις ἐλάφων κεραὸς λόχος, εὖτε κρυώδεις