τέρμα μόλῃς, ἀρύσῃ Πιερίδων χάριτας,αὔην με πλατάνιστον ἐφερπύζουσα καλύπτειἄμπελος· ὀθνείῃ δʼ ἀμφιτέθηλα κόμῃ,ἡ πρὶν ἐμοῖς θαλέθουσιν ἐνιθρέψασ’ ὀροδάμνοιςβότρυας, ἡ ταύτης οὐκ ἀπετηλοτέρη·τοίην μέντοι ἔπειτα τιθηνείσθω τις ἑταίρην,ἥτις ἀμείψασθαι καὶ νέκυν οἶδε μόνη.Ἀδριακοῖο κύτους λαιμὸς τὸ πάλαι μελίγηρυς,ἡνίκʼ ἐγαστροφόρουν Βακχιακὰς χάριτας,νῦν κλασθεὶς κεῖμαι νεοθηλέι καρτερὸν ἕρκοςκλήματι, πρὸς τρυφερὴν τεινομένῳ καλύβην.αἰεί τοι Βρομίῳ λατρεύομεν· ἢ γεραὸν γὰρφρουροῦμεν πιστῶς, ἢ νέον ἐκτρέφομεν.αὖά τοι ἐκτάμνοντι γεράνδρυα, κάμμορε Μίνδων,φωλὰς ἀραχναίη σκαιὸν ἔτυψε πόδα,νειόθεν ἀντιάσασα χύδην δʼ ἔβρυξε μελαίνῃσηπεδόνι χλωρὴν σάρκα κατʼ ἀστραγάλους.ἐτμήθη δʼ ἀπὸ τῆς στιβαρὸν γόνυ, καὶ σὲ κομίζειμουνόποδα βλωθρῆς σκηπάνιον κοτίνου.ἄχρι τεῦ, ἆ δείλαιε, κεναῖσιν ἐπʼ ἐλπίσι, θυμέ,πωτηθεὶς ψυχρῶν ἀσσοτάτω νεφέων,ἄλλοις ἄλλʼ ἔπʼ ὄνειρα διαγράψεις ἀφένοιο;κτητὸν γὰρ θνητοῖς οὐδὲ ἓν αὐτόματον.Μουσέων ἀλλʼ ἐπὶ δῶρα μετέρχεο· ταῦτα δʼ ἀμυδρὰεἴδωλα ψυχῆς ἠλεμάτοισι μέθες.Ἄγχουροι μεγάλαι κόσμου χθόνες, ἃς διὰ Νεῖλοςπιμπλάμενος μελάνων τέμνει ἀπʼ Αἰθιόπων,ἀμφότεραι βασιλῆας ἐκοινώσασθε γάμοισιν,ἓν γένος Αἰγύπτου καὶ Λιβύης θέμεναι.ἐκ πατέρων εἴη παισὶν πάλι τοῖσιν ἀνάκτωνἔμπεδον ἠπείροις σκῆπτρον ἐπʼ ἀμφοτέραις.Ἄρρηκτοι Μοιρῶν πυμάτην ἐσφράγισαν ὅρκοιτῷ Φρυγὶ πὰρ βωμῷ τὴν Πριάμου θυσίην.ἀλλὰ σοί, Αἰνεία, στόλος ἱερὸς Ἰταλὸν ἤδηὅρμον ἔχει, πάτρης φροίμιον οὐρανίης.ἐς καλὸν ὤλετο πύργος ὁ Τρώιος· ἦ γὰρ ἐν ὅπλοιςἠγέρθη κόσμου παντὸς ἄνασσα πόλις.βουκόλε, πρὸς τῶ Πανός, ὁ φήγινος, εἰπέ, κολοσσὸςοὗτος, ὅτῳ σπένδεις τὸ γλάγος, ἔστι τίνος;τῶ λειοντοπάλα Τιρυνθίω. οὐ δὲ τὰ τόξα,