Γειαρότης Ἄρχιππος, ὅτʼ ἐκ νούσοιο βαρείηςἄρτι λιποψυχέων ἔρρεεν εἰς ἀίδην,εἶπε τάδʼ υἱήεσσιν “ἰὼ φίλα τέκνα, μάκελλανκαὶ τὸν ἀροτρίτην στέρξατέ μοι βίοτονμὴ σφαλερῆς αἰνεῖτε πόνον στονόεντα θαλάσσης,καὶ βαρὺν ἀτηρῆς ναυτιλίης κάματον.ὅσσον μητρυιῆς γλυκερωτέρη ἔπλετο μήτηρ,τόσσον ἁλὸς πολιῆς γαῖα ποθεινοτέρη.ʼ”ἄστρα μὲν ἠμαύρωσε καὶ ἱερὰ κύκλα σελήνηςἄξονα δινήσας ἔμπυρος ἠέλιος·ὑμνοπόλους δʼ ἀγεληδὸν ἀπημάλδυνεν Ὅμηρος,λαμπρότατον Μουσῶν φέγγος ἀνασχόμενος.γράμμα τόδʼ Ἀρήτοιο δαήμονος, ὅς ποτε λεπτῇφροντίδι δηναιοὺς ἀστέρας ἐφράσατο,ἀπλανέας τʼ ἄμφω καὶ ἀλήμονας, οἷσιν ἐναργὴςἰλλόμενος κύκλοις οὐρανὸς ἐνδέδεται.αἰνείσθω δὲ καμὼν ἔργον μέγα, καὶ Διὸς εἶναιδεύτερος, ὅστις ἔθηκʼ ἄστρα φαεινότερα.τάσδε θεογλώσσους Ἑλικὼν ἔθρεψε γυναῖκαςὕμνοις, καὶ Μακεδὼν Πιερίας σκόπελος,Πρήξιλλαν, Μοιρώ, Ἀνύτης στόμα, θῆλυν Ὅμηρον,Λεσβιάδων Σαπφὼ κόσμον ἐυπλοκάμων,Ἤρινναν, Τελέσιλλαν ἀγακλέα, καὶ σέ, Κόριννα,θοῦριν Ἀθηναίης ἀσπίδα μελψαμέναν,Νοσσίδα θηλύγλωσσον, ἰδὲ γλυκυαχέα Μύρτιν,πάσας ἀενάων ἐργάτιδας σελίδων.ἐννέα μὲν Μούσας μέγας Οὐρανός, ἐννέα δʼ αὐτὰςγαῖα τέκεν, θνατοῖς ἄφθιτον εὐφροσύναν.Εὔφημος γλώσσῃ παραμείβεο τὰν λάλον Ἠχὼ,κοὐ λάλον ἤν τι κλύω, τοῦτʼ ἀπαμειβομέναν.εἰς σὲ γὰρ ὃν σὺ λέγεις στρέψω λόγον ἢν δὲ σιωπᾷς,σιγήσω. τίς ἐμεῦ γλῶσσα δικαιοτέρη;εἰ καὶ ἐρημαίη κέχυμαι κόνις ἔνθα Μυκήνη,εἰ καὶ ἀμαυροτέρη παντὸς ἰδεῖν σκοπέλου,Ἴλου τις καθορῶν κλεινὴν πόλιν, ἧς ἐπάτησατείχεα, καὶ Πριάμου πάντʼ ἐκένωσα δόμον,γνώσεται ἔνθεν ὅσον πάρος ἔσθενον. εἰ δέ με γῆραςὕβρισεν, ἀρκοῦμαι μάρτυρι Μαιονίδῃ.τόλμα, νεῶν ἀρχηγὲ ʽσὺ γὰρ δρόμον ηὕραο πόντου,καὶ ψυχὰς ἀνδρῶν κέρδεσιν ἠρέθισασʼ,