Καῖσαρ, κἠν νηυσὶν σύμπλοον εἰργάσατο.ἥξω δʼ αὐτίκα που καὶ ἐς ἀστέρας· ᾧ γὰρ ἐπέσχονμαζὸν ἐμόν, μείων οὐδʼ ὅσον Αἰγιόχου.Ἀσωπὶς κρήνη καὶ Πηγασίς, ὕδατʼ ἀδελφά,ἵππου καὶ ποταμοῦ δῶρα ποδορραγέαχὠ μὲν ἔκοψʼ Ἑλικῶνος, ὁ δὲ φλέβας Ἀκροκορίνθουἔπληξʼ. ὢ πτέρνης εἰς ἴσον εὐστοχίη.αἰ δʼ ἄγετε ξουθαὶ σιμβληίδες ἄκρα μέλισσαιφέρβεσθʼ ἠὲ θύμων ῥικνὰ περικνίδια,ἢ πετάλας μάκωνος, ἢ ἀσταφιδίτιδα ῥῶγα,ἢ ἴον, ἢ μάλων χνοῦν ἐπικαρπίδιον·πάντα περικνίξασθε, καὶ ἄγγεα κηρώσασθε,ὄφρα μελισσοσόος Πὰν ἐπικυψέλιοςγεύσηται τὸ μὲν αὐτός, ὁ δὲ βλιστηρίδι χειρὶκαπνώσας βαιὴν κὔμμι λίπῃ μερίδα.Ἀκταίην παρὰ θῖνα διαυγέος ἔνδοθεν ἅλμαςἰχθύα πουλυπόδην ἔδρακεν ἰχθυβόλος·νηχομένῳ δʼ ἐπόρουσε καὶ ἐξ ἁλὸς ἧκʼ ἐπὶ χέρσονἁρπάγδην, ἄγρης δεσμὸν ὑποφθάμενος.αὐτὰρ ὁ δισκηθεὶς κατακαίριος ἔμπεσε δειλῷπτωκὶ ταχύς· σχοίνῳ κεῖτο γὰρ ὑπναλέος.τὸν δὲ χυθεὶς περὶ πάντα πεδήσατο, φωτὶ δʼ ὑπʼ ἄγρηςἐμβυθίης ἄγρη χερσόθεν ἠντίασε·.ἀγγελίης ἤκουσεν ἀνωΐστου Μελίτεια,υἱέα σὺν φόρτῳ κύματι κρυπτόμενον·ἠιόσιν δʼ ἐπικέλσαν ἁλίκλυστον δέμας ἄλλουδύσμορος οἰκείης σύμβολον εἶδε τύχης,υἱέα δʼ ὣς ἔστειλε. Δίων δʼ ἐπὶ νηὸς ἀθραύστουἤλυθεν εὐκταίης σῶος ἀπʼ ἐμπορίης.μητέρες ὡς ἀνίσου μοίρης λάχον ἡ μὲν ἄελπτονζωὸν ἔχει, κείνη δʼ ὄψεται οὐδὲ νέκυν.ἀρχαίη σύνδειπνε, καπηλικὰ μέτρα φιλεῦσα,εὔλαλε, πρηΰγελως, εὔστομε, μακροφάρυξ,αἰὲν ἐμῆς πενίης βραχυσύμβολε μύστι, λάγυνε,ἦλθες ὅμως ὑπʼ ἐμὴν χεῖρά ποτε χρόνιος.αἴθʼ ὄφελες καὶ ἄμικτος ἀνύμφευτός τε παρείης,ἄφθορος ὡς κούρη πρὸς πόσιν ἐρχομένη.Ἀμβαίνων Ἑλικῶνα μέγαν κάμες, ἀλλʼ ἐκορέσθηςΠηγασίδος κρήνης νεκταρέων λιβάδωνοὕτως καὶ σοφίης πόνος ὄρθιος· ἢν δʼ ἄρʼ ἐπʼ ἄκρον