δειλαίην, νεκύων φόρτον ἀμειψαμένην.αἰδέομαι σωθεῖσα. τί μοι πλέον ὅρμον ἱκέσθαι,δευομένῃ φωτῶν πείσματα δησομένων;Κωκυτοῦ με λέγοιτε βαρὺ σκάφος· ὤλεσα φῶτας,ὤλεσα· ναυηγοὶ δʼ εἰσὶν ἔσω λιμένος.Αἰγιβότου Σκύροιο λιπὼν πέδον Ἴλιον ἔπλωοἷος Ἀχιλλείδης πρόσθε Νεοπτόλεμος,τοῖος ἐν Αἰνεάδῃσι Νέρων ἀγὸς ἄστυ Ῥέμοιονεῖται, ἐπʼ ὠκυρόην Θύβριν ἀμειψάμενος,κοῦρος ἔτʼ ἀρτιγένειον ἔχων χνόον. ἀλλʼ ὁ μὲν ἔγχειθῦεν ὁ δʼ ἀμφοτέροις, καὶ δορὶ καὶ σοφίῃ.ἁ χλοερὰ πλατάνιστος ἴδʼ ὡς ἔκρυψε φιλεύντωνὄργια, τὰν ἱερὰν φυλλάδα τεινομένα.ἀμφὶ δʼ ἄρʼ ἀκρεμόνεσσιν ἑοῖς κεχαρισμένος ὥραιςἡμερίδος λαρῆς βότρυς ἀποκρέμαται.οὕτως, ὦ πλατάνιστε, φύοις· χλοερὰ δʼ ἀπὸ σεῖοφυλλὰς ἀεὶ κεύθοι τοὺς Παφίης ἑτάρους.Αὐγάζω τὸν ἄφυκτον ἐπὶ σφραγῖδος Ἔρωταχερσὶ λεοντείαν ἁνιοχεῦντα βίαν,ὡς τᾷ μὲν μάστιγα κατʼ αὐχένος, ᾇ δὲ χαλινοὺςεὐθύνει· πολλὰ δʼ ἀμφιτέθηλε χάρις.φρίσσω τὸν βροτολοιγὸν ὁ γὰρ καὶ θῆρα δαμάζωνἄγριον, οὐδʼ ὀλίγον φείσεται ἁμερίων.ἀνέρα θήρ, χερσαῖον ὁ πόντιος, ἄπνοον ἔμπνους,ἀράμενος λοφιῆς ὑγρὸν ὕπερθε νέκυν,εἰς ψαμάθους ἐκόμισσα. τί δὲ πλέον; ἐξ ἁλὸς εἰς γῆννηξάμενος, φόρτου μισθὸν ἔχω θάνατονδαίμονα δʼ ἀλλήλων ἠμείψαμεν ἡ μὲν ἐκείνουχθὼν ἐμέ, τὸν δʼ ἀπὸ γῆς ἔκτανε τοὐμὸν ὕδωρ.ἀγγελίην πὰρ Ζηνὸς ἐπεὶ φέρεν ἠεροδίνηςαἰετός, οἰωνῶν μοῦνος ἐνουράνιος,οὐκ ἔφθη τὸν Κρῆτα· θοὴν δʼ ἐπετείνατο νευρήν,πτηνὸν δʼ ὁ πτερόεις ἰὸς ἐλεηίσατο.Ζηνὸς δʼ οὔτι Δίκην ἔλαθεν μόνος· ἔμπεσε δʼ ὄρνιςἀνδρί, τὰ δʼ εὐστοχίης ἀνταπέτισε βέλη.αὐχένι δʼ ἰὸν ἔπηξεν, ὃν ἥπατι κοίμισεν αὐτός·ἓν δὲ βέλος δισσῶν αἷμʼ ἔπιεν θανάτων.αἶγά με τὴν εὔθηλον, ὅσων ἐκένωσεν ἀμολγεὺςοὔθατα πασάων πουλυγαλακτοτάτην,γευσάμενος, μελιηδὲς ἐπεὶ τʼ ἐφράσσατο πῖαρ