κρύψε δʼ ἀεργίη χρόνον ἄσπετον ἐγγύθι λήθης.ἀλλʼ ὑπὸ καρτερόχειρος Ἀναστασίου βασιλῆοςἤλυθον ἐς φάος αὖθις, ἵνα στρατιῇσιν ἀρήξω.οἶδα γὰρ ἀνδροφόνου καμάτους πολέμοιο διδάσκεινοἶδα δὲ πῶς μετʼ ἐμεῖο καὶ ἑσπερίης ἁλὸς ἄνδραςκαὶ Πέρσας ὀλέσεις καὶ αἰνομόρους Σαρακηνούς,καὶ θοὸν ἱπποκέλευθον ἀρειμανέων γένος Οὔννων,πετράων τʼ ἐφύπερθεν ἀλυσκάζοντας Ἰσαύρους.πάντα δʼ ὑπὸ σκήπτροισιν Ἀναστασίοιο τελέσσω,ὃν καὶ Τραϊανοῖο φαάντερον ἤγαγεν αἰών.Παιήων, Χείρων, Ἀσκληπιός, Ἱπποκράτης τε·τοῖς δʼ ἔπι Νίκανδρος προφερέστερον ἔλλαχεν εὖχος.φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρὰΝίκανδρος κατέλεξεν, ἐπιστάμενος περὶ πάντωνἀνθρώπων. ἦ γὰρ Παιήονός ἐστι γενέθλης.καὶ Κολοφὼν ἀρίδηλος ἐνὶ πτολίεσσι τέτυκται,δοιοὺς θρεψαμένη παῖδας ἀριστονόους,πρωτότοκον μὲνὍμηρον, ἀτάρ Νίκανδρον ἔπειτα,ἀμφοτέρους Μούσαις οὐρανίῃσι φίλους.τῇ τῶν λόγων σου κογχύλῃ, Πορφύριε,βάπτεις τὰ χείλη, καὶ στολίζεις τὰς φρένας.αἰεὶ θηλυτέρῃσιν ὕδωρ κακὸν Ἑλλήσποντος,ξεῖνε· Κλεονίκης πεύθεο Δυρραχίδος.πλῶε γὰρ ἐς Σηστὸν μετὰ νυμφίον ἐν δὲ μελαίνῃφορτίδι τὴν Ἕλλης μοῖραν ἀπεπλάσατο.Ἡροῖ δειλαίη, σὺ μὲν ἀνέρα,, Δηίμαχος δὲνύμφην, ἐν παύροις ὠλέσατε σταδίοις.Ἁρμονίης ἱερὸν φήσεις γάμον ἀλλʼ ἀθέμιστοςΟἰδίποδος. λέξεις Ἀντιγόνην ὁσίηνἀλλὰ κασίγνητοι μιαρώτατοι. ἄμβροτος Ἰνώ·ἀλλʼ Ἀθάμας τλήμων. τειχομελὴς κιθάρηἀλλʼ αὐλὸς δύσμουσος. ἴδʼ ὡς ἐκεράσσατο Θήβῃδαίμων, ἐσθλὰ κακοῖς δʼ εἰς ἓν ἔμιξεν ἴσα.αἱ χίμαροι, τί ποτʼ ἆρα τὰ μὲν θύμα καὶ τιθύμαλλαλείπετε καὶ χλοερὴν αἰγίνομον βοτάνην,γυρὰ δʼ ἐπʼ ἀλλήλαις σκιρτήματα γαῦρα τίθεσθεἀμφὶ τὸν ὑλιβάτην ἁλλόμεναι Νόμιον;οὐκ ἀπὸ πυγμαχίης ἀποπαύσετε; μὴ ποτʼ ἀπεχθὴςἀντήσῃ κορύνη χειρὸς ἀπʼ αἰπολικῆς.Ἀβάλε χειμερίου με κατέκλυσε κύματα πόντου