χαίροις δὲ καὶ σύ, Πρόκλε, τοῦ Σαρπηδόνοςἄριστον αἷμα τοῖς ὅλοις βοώμενον,ἔρωτα πικρόν, ἀλλὰ σώφρονα βίονὁ Κλειτοφῶντος ὥσπερ ἐμφαίνει λόγος·ὁ Λευκίππης δὲ σωφρονέστατος βίοςἅπαντας ἐξίστησι· πῶς τετυμμένη,κεκαρμένη τε καὶ κατηχρειωμένη,τὸ δὴ μέγιστον, τρὶς θανοῦσ’ ἐκαρτέρει.εἴπερ δὲ καὶ σὺ σωφρονεῖν θέλεις, φίλος,μὴ τὴν πάρεργον τῆς γραφῆς σκόπει θέαν,τὴν τοῦ λόγου δὲ πρῶτα συνδρομὴν μάθε·νυμφοστολεῖ γὰρ τοὺς ποθοῦντας ἐμφρόνως.μή με τὸν Αἰάντειον ἀνοχμάσσειας, ὁδῖτα,πέτρον, ἀκοντιστὴν στήθεος Ἑκτορέου.εἰμὶ μέλας τρηχύς τε· σὺ δʼ εἴρεο θεῖον ὅμηρον,πῶς τὸν Πριαμίδην ἐξεκύλισα πέδῳ.νῦν δὲ μόλις βαιόν με παροχλίζουσιν ἀρούρηςἄνθρωποι, γενεῆς αἴσχεα λευγαλέης.ἀλλὰ μέ τις κρύψειεν ὑπὸ χθονός· αἰδέομαι γὰρπαίγνιον οὐτιδανοῖς ἀνδράσι γινόμενος.Βωκολικαὶ Μοῖσαι σποράδες ποκά, νῦν δʼ ἅμα πᾶσαιἐντὶ μιᾶς μάνδρας, ἐντὶ μιᾶς ἀγέλας.Στίξαντος τὴν ΚαθόλουΤαυτολόγων κανόνων φεῦ πληθύος, ἠδʼ ἀιδήλωνξυσμάων, λεπτὸς τὰς ἐχάραξε δόναξ.ὄμματά μευ κέκμηκε, τένων, ῥάχις, ἰνίον, ὦμοι·τῆς Καθόλου δὲ φέρω τὴν ὀδύνην καθόλου,μῆτιν Ἐπικτήτοιο τεῷ ἐνικάτθεο θυμῷ,ὄφρα κεν εἰσαφίκηαι ἐς οὐρανίους κενεῶνας,ψυχὴν ὑψικέλευθον ἐλαφρίζων ἀπὸ γαίης.ὅς κεν Ἐπικτήτοιο σοφὴν τελέσειε μενοινήν,μειδιάει, βιότοιο γαληνιόων ἐνὶ πόντῳ,καὶ μετὰ ναυτιλίην βιοτήσιον εἰσαφικάνειοὐρανίην ἁψῖδα καὶ ἀστερίην περιωπήν.τίπτε μετοκλάζεις πωτωμένη ὄζον ἀπʼ ὄζου;τοῖα καὶ ἄλλη ἔρεξε, καὶ οὐ φύγεν ἰξοφορῆαςἡμετέρους δόνακας, περὶ δὲ πτερὰ πυκνὰ βαλοῦσαἤλυθε τεχνήεντα, καὶ οὐκ ἐθέλουσα, πρὸς ἄνδρα.Δέρκεό μοι κρατερῶν καμάτων ἐγκύμονα βίβλονἣν πάρος Ἀδριανὸς μὲν ἄναξ ἔχεν ἐν πολέμοισι,