χηρείοις ἀγαθᾶς δάκρυα Πηνελόπας.Ἵλατε σὺν Μούσαισι· μεθʼ ὑμετέρας γὰρ ἀοιδὰςεἶπεν ἔχειν αἰὼν ἕνδεκα Πιερίδας.ἱστορίην ἐτέλεσσα Θεοῦ χαρίτεσσι σοφῇσι,πράγματʼ ἀληθείης ποικίλʼ ὑφηνάμενος.γράμματα δώδεκʼ ἔχει Φιλοστόργιος, οὔνομα καλόν.τοὔνεκα δὴ κατὰ γράμμα λόγους ἀνεγράψατο τούτους,ἀρξάμενος πρώτου ἀπὸ γράμματος, εἶτεν ἐφεξῆς·καὶ διὰ τῆς αὐτῶν ἀρχῆς ἑὸν οὔνομα γράψας.Κωνσταντινιάδης Ἀσκληπιὸς ἄστυ γεραίρωνγράψεν Ἀναζαρβοῦ πάτρια κυδαλίμης.ἀθανάτοισι θεοῖς κεχαρισμένα πάντοτε ῥέζωνκαὶ τάδʼ ἐπʼ εὐσεβέοντι νόῳ συνέγραψε Μαρῖνος.·καὶ τόδε σῆς ζαθέης κεφαλῆς περιώσιον ἔργον,Πρόκλε μάκαρ, πάντων βρέτας ἔμπνοον ὅττι Μαρῖνονἀθανάτων, μερόπεσσι βοηθόον εὐσεβέεσσιν,ἀντὶ τεῆς ἱερῆς κεφαλῆς ψυχοσσόον ἄλκαρκάλλιπες, ὃς βιοτὴν θεοτερπέα σεῖο λιγαίνωνγράψε τάδʼ ἐσσομένοις μνημήια σῶν ἀρετάων.Νόννος ἐγώ· Πανὸς μὲν ἐμὴ πόλις· ἐν Φαρίῃ δὲἔγχεϊ φωνήεντι γονὰς ἤμησα Γιγάντων.Δίου Ὀρειβασίοιο, τὸν ἀθανάτην διὰ τέχνηνπολλάκι δειμαίνουσα μίτους ἀνεβάλλετο Μοίρη,βίβλος μηχανική· Κύρινος δέ μιν ἐξεπόνησε,Μαρκέλλου γνωτοῖο συνερχομένου κατὰ μόχθον.θέσφατα μαντῴης Φοιβηίδος ὄργια τέχνηςἀστρολόγων Παῦλὸς μʼ ἐδιδάξατο κύδιμος ἀνήρ.βίβλος Θέωνος καὶ Πρόκλου, τῶν πανσόφωνβίβλος πόλου τε καὶ χθονὸς φέρει μέτρα.Θέων πόλον μέν, καὶ Πρόκλος μετρεῖ χθόνα·Πρόκλος μὲν οὖν γῆν, καὶ Θέων μετρεῖ πόλον.ἄμφω δʼ ἐπίσης τῶν ἐπαίνων ἄξιοι,ἄμφω δʼ ἀμοιβὴν τῶν λόγων τετεύχατον.Θέων Πρόκλου γὰρ λαμβάνων σοφὰς θέσεις,δείκνυσι ταύταις τοὺς δρόμους τῶν ἀστέρωνΠρόκλος δὲ δείξεις τοῦ Θέωνος λαμβάνων,ταύταις ἀναλύει καὶ προβάλλει τὰς θέσεις.ἀλλʼ, ὦ σοφὴ ξυνωρί, χαῖρέ μοι λίανχαίροις Θέων ἄριστε, πάνσοφον κάρα,ὁ νῦν πυκάζων τὴν Ἀλεξάνδρου πόλιν