ὦ καὶ θυμὸν ἄριστε, καὶ Ἑλλάδος ἤθεσιν ἶσα,κωμικέ, καὶ στύξας ἄξια καὶ γελάσας.αὐταί σοι στομάτεσσιν ἀνηρείψαντο μέλισσαιποικίλα Μουσάων ἄνθεα δρεψάμεναι·αὐταὶ καὶ Χάριτές σοι δωρήσαντο, Μένανδρε,στωμύλον εὐτυχίην δράμασιν ἐνθέμεναι.ζώεις εἰς αἰῶνα τὸ δὲ κλέος ἐστὶν Ἀθήναιςἐκ σέθεν οὐρανίων ἁπτόμενον νεφέων.Ἀτθίδος εὐγλώσσου στόμα φέρτατον, οὐ σέο μεῖζονφθέγμα Πανελλήνων πᾶσα κέκευθε σελίς·πρῶτος δʼ εἴς τε θεὸν καὶ ἐς οὐρανὸν ὄμμα τανύσσαςθεῖε Πλάτων, ἤθη καὶ βίον ηὐγάσαο,Σωκρατικῷ Σάμιον κεράσας μυκτῆρι φρόνημα,κάλλιστον σεμνῆς σῆμα διχοστασίης,ἔλθετε πρὸς τέμενος ταυρώπιδος ἀγλαὸν Ἥρης,Λεσβίδες, ἁβρὰ ποδῶν βήμαθʼ ἑλισσόμεναι,ἔνθα καλὸν στήσασθε θεῇ χορὸν ὔμμι δʼ ἀπάρξειΣαπφὼ χρυσείην χερσὶν ἔχουσα λύρην,ὄλβιαι ὀρχηθμοῦ πολυγηθέος· ἦ γλυκὺν ὕμνονεἰσαΐειν αὐτῆς δόξετε Καλλιόπης.Λέσβιον Ἠρίννης τόδε κηρίον εἰ δέ τι μικρόν,ἀλλʼ ὅλον ἐκ Μουσέων κιρνάμενον μέλιτι.οἱ δὲ τριηκόσιοι ταύτης στίχοι ἶσοι Ὁμήρῳ,τῆς καὶ παρθενικῆς ἐννεακαιδεκέτευς·ἣ καὶ ἐπʼ ἠλακάτῃ μητρὸς φόβῳ, ἣ καὶ ἐφʼ ἱστῷἑστήκει Μουσέων λάτρις ἐφαπτομένη.Σαπφὼ δʼ Ἠρίννης ὅσσον μελέεσσιν ἀμείνων,Ἤριννα Σαπφοῦς τόσσον ἐν ἑξαμέτροις.οὐκ ἂν ἐν ἡμετέροισι πολυγνάμπτοις λαβυρίνθοιςῥηιδίως προμόλοις ἐς φάος, αἴκε τύχῃς·τοίους γὰρ Πριαμὶς Κασσάνδρη φοίβασε μύθους,ἄγγελος οὓς βασιλεῖ ἔφρασε λοξοτρόχις.εἰ δέ σε φίλατο Καλλιόπη, λάβε μʼ ἐς χέρας· εἰ δὲνῆις ἔφυς Μουσέων, χερσὶ βάρος φορέεις.αἱ βίβλοι, τίνες ἐστέ; τί κεύθετε; θυγατέρες μὲνΜαιονίδου, μύθων δʼ ἵστορες Ἰλιακῶνἁ μία μὲν μηνιθμὸν Ἀχιλλέος, ἔργα τε χειρὸςἙκτορέας, δεκέτους τʼ ἆθλα λέγει πολέμου·ἁ δʼ ἑτέρα μόχθον τὸνὈδυσσέος, ἀμφί τε λέκτροις