Ἅλιε, καὶ παρὰ σὸν φέγγος ἔλαμψε Νέρων.πῶς εἴπω τίνι μᾶλλον ὀφείλομαι; ὃς μὲν ἔδειξενἐξ ἁλός, ὃς δʼ ἤδη ῥύσατο δυομέναν.Τοξοβόλον τὸν Ἔρωτα τίς ἔξεσεν ἐκ λιβανωτοῦ,τόν ποτε μηδʼ αὐτοῦ Ζηνὸς ἀποσχόμενον;ὀψέ ποθʼ Ἡφαίστῳ κεῖται σκοπός, ὃν καθορᾶσθαιἔπρεπεν οὐκ ἄλλως ἢ πυρὶ τυφόμενον.τύχη καπηλεύουσα πάντα τὸν βίον,ἀσυγκέραστον τὴν φύσιν κεκτημένη,καὶ συγκυκῶσα καὶ μεταντλοῦσ’ αὖ πάλιν,καὐτὴ κάπηλός ἐστι νῦν τις, οὐ θεά,τέχνην λαχοῦσα τὴν τρόπων ἐπαξίαν.ἀνεστράφησαν, ὡς ὁρῶ, τὰ πράγματα,καὶ τὴν Τύχην νῦν δυστυχοῦσαν εἴδομεν.καὶ σὺ Τύχη δέσποινα, τύχην ἀτυχῆ πόθεν ἔσχες;ἡ παρέχουσα τύχας πῶς ἀτυχὴς γέγονας;μάνθανε καὶ σὺ φέρειν τὰ σὰ ῥεύματα, καὶ σὺ διδάσκουτὰς ἀτυχεῖς πτώσεις, ἃς παρέχεις ἑτέροις.καὶ σὺ Τύχη λοιπὸν μεταβαλλομένη καταπαίζου,μηδὲ τύχης τῆς σῆς ὕστατα φεισαμένη·ἣ πρὶν νηὸν ἔχουσα, καπηλεύεις μετὰ γῆρας,θερμοδότις μερόπων νῦν ἀναφαινομένη.νῦν ὁσίως στένε καὶ σὺ τεὸν πάθος, ἄστατε δαῖμον,τὴν σήν, ὡς μερόπων, νῦν μετάγουσα τύχην.Πίνδαρε, Μουσάων ἱερὸν στόμα, καὶ λάλε Σειρήν,Βακχυλίδη, Σαπφοῦς τʼ Αἰολίδες χάριτες,γράμμα τʼ Ἀνακρείοντος, Ὁμηρικὸν ὃς τʼ ἀπὸ ῥεῦμαἔσπασας οἰκείοις, Στησίχορʼ, ἐν καμάτοις,ἥ τε Σιμωνίδεω γλυκερὴ σελίς, ἡδύ τε Πειθοῦς,Ἴβυκε, καὶ παίδων ἄνθος ἀμησάμενε,καὶ ξίφος Ἀλκαίοιο, τὸ πολλάκις αἷμα τυράννωνἔσπεισεν, πάτρης θέσμια ῥυόμενον,θηλυμελεῖς τʼ Ἀλκμᾶνος ἀηδόνες, ἵλατε, πάσηςἀρχὴν οἳ λυρικῆς καὶ πέρας ἐστάσατε.Ἀρχιλόχου τάδε μέτρα καὶ ἠχήεντες ἴαμβοι,θυμοῦ καὶ φοβερῆς ἰὸς ἐπεσβολίης.βίβλοι Ἀριστοφάνευς, θεῖος πόνος, αἷσιν Ἀχαρνεὺςκισσὸς ἐπὶ χλοερὴν πουλὺς ἔσεισε κόμην.ἠνίδʼ ὅσον Διόνυσον ἔχει σελίς, οἷα δὲ μῦθοιἠχεῦσιν, φοβερῶν πληθόμενοι χαρίτων.