ἔτι μοι μέλει, οὐδʼ ἀλεγίζω λοιπὸν τῆς ἀπάτης· ἤλυθον εἰςλιμένα. εἰμὶ πένης ἄνθρωπος, ἐλευθερίῃ δὲ συνοικῶ·ὑβριστὴν πενίης πλοῦτον ἀποστρέφομαι.ἀρχὴ γραμματικῆς πεντάστιχός ἐστι κατάρα·πρῶτος μῆνιν ἔχει· δεύτερος οὐλομένην,καὶ μετὰ δʼ οὐλομένην, Δαναῶν πάλιν ἄλγεα πολλά·ὁ τρίτατος ψυχὰς εἰς Ἀίδην κατάγει·τοῦ δὲ τεταρταίου τὰ ἑλώρια καὶ κύνες ἀργοί·πέμπτου δʼ οἰωνοί, καὶ χόλος ἐστὶ Διός.πῶς οὖν γραμματικὸς δύναται μετὰ πέντε κατάρας,καὶ πέντε πτώσεις, μὴ μέγα πένθος ἔχειν;ἐνθάδε παιδεύουσιν ὅσοις κεχόλωτο Σάραπις,τοῖσιν ἀπʼ οὐλομένης μήνιδος ἀρχομένοις·ἔνθα τροφὸς κατὰ μῆνα φέρει μισθὸν μετʼ ἀνάγκης,βύβλῳ καὶ χάρτῃ δησαμένη πενίηνὡς δὲ κάπνισμα τιθεῖ παρὰ τὸν θρόνον, ὡς παρὰ τύμβον,τὸν μικρὸν χάρτην, τὸν παραριπτόμενον.κλέπτει δʼ ἐξ ὀλίγου μισθοῦ, καὶ χαλκὸν ἀμείβει,καὶ μόλιβον μίσγει, καὶ τὸ ἔθος δέχεται.εἰ δέ τις εἰς ἐνιαυτὸν ἄγοι χρυσοῖο νόμισμα,ἑνδεκάτῳ μηνί, πρὶν προφέρειν, μετέβη,ἀγνώμων τε φανείς, καὶ τὸν πρότερον διασύραςγραμματικὸν στερέσας μισθὸν ὅλου ἔτεος.Καλλίμαχον πωλῶ καὶ Πίνδαρον, ἠδὲ καὶ αὐτὰςπτώσεις γραμματικῆς, πτῶσιν ἔχων πενίης.Δωρόθεος γὰρ ἐμὴν τροφίμην σύνταξιν ἔλυσε,πρεσβείην κατʼ ἐμοῦ τὴν ἀσεβῆ τελέσας.ἀλλὰ σύ μου πρόστηθι, Θέων φίλε, μηδὲ μʼ ἐάσῃςσυνδέσμῳ πενίης τὸν βίον ἐξανύσαι.ἐκλήθην παρὰ σοῦ τοῦ ῥήτορος· εἰ δʼ ἀπελείφθην,τὴν τιμὴν ἀπέχω, καὶ πλέον εἰμὶ φίλος.οὐδὲ γὰρ ἡ ψυχὴ τὸ φαγεῖν κρίνουσα γέγηθεν,ἀλλὰ μόνον τιμῆς αἰσθομένη τρέφεται.Αἴαντος παρὰ τύμβον ἀταρβήτοιο παραστὰςΦρὺξ ἥρωι κακῆς ἦρχεν ἐπεσβολίης·Αἴας οὐκέτʼ ἔμιμνεν ὁ δʼ ἀντεγέγωνεν ἔνερθε·μίμνεν· ὁ δʼ οὐκέτʼ ἔτλη ζωὸς ἀποφθίμενον.ὡς πάρος Ἀελίου, νῦν Καίσαρος ἁ Ῥόδος εἰμὶνᾶσος, ἴσον δʼ αὐχῶ φέγγος ἀπʼ ἀμφοτέρων.ἤδη σβεννυμέναν με νέα κατεφώτισεν ἀκτίς,