κέρδος ὁ γηραλέος, τῷ δὲ φέροντι μέγα.”τίς σε, Δικαιοσύνη, βροτὸς ἤκαχεν; — οὗτος ὁ κλέπτηςἐνθάδε με στήσας, οὐδὲν ἔχων πρὸς ἐμέ.ὀργὴ τοῦ Διός ἐστι γυνή, πυρὸς ἀντιδοθεῖσαδῶρον, ἀνιηρὸν τοῦ πυρὸς ἀντίδοτον.ἄνδρα γὰρ ἐκκαίει ταῖς φροντίσιν ἠδὲ μαραίνει,καὶ γῆρας προπετὲς τῇ νεότητι φέρει.οὐδʼ ὁ Ζεὺς ἀμέριμνος ἔχει χρυσόθρονον Ἥρηνπολλάκι γοῦν αὐτὴν ῥῖψεν ἀπʼ ἀθανάτων,ἠέρι καὶ νεφέλῃσι μετῄορον· οἶδεν Ὅμηρος,καὶ Δία συγγράψας τῇ γαμετῇ χόλιον.οὕτως οὐδέποτʼ ἐστὶ γυνὴ σύμφωνος ἀκοίτῃ,οὐδὲ καὶ ἐν χρυσέῳ μιγνυμένη δαπέδῳ.πᾶσαν Ὅμηρος ἔδειξε κακὴν σφαλερήν τε γυναῖκα,σώφρονα καὶ πόρνην, ἀμφοτέρας ὄλεθρον.ἐκ γὰρ τῆς Ἑλένης μοιχευσαμένης φόνος ἀνδρῶν,καὶ διὰ σωφροσύνην Πηνελόπης θάνατοι.Ἰλιὰς οὖν τὸ πόνημα μιᾶς χάριν ἐστὶ γυναικός·αὐτὰρ Ὀδυσσείῃ Πηνελόπη πρόφασις.ὁ Ζεὺς ἀντὶ πυρὸς πῦρ ὤπασεν ἄλλο, γυναῖκας.εἴθε δὲ μήτε γυνή, μήτε τὸ πῦρ ἐφάνη·πῦρ μὲν δὴ ταχέως καὶ σβέννυται· ἡ δὲ γυνὴ πῦρἄσβεστον, φλογερόν, πάντοτʼ ἀναπτόμενον.μῆνιν οὐλομένην γαμετὴν ὁ τάλας γεγάμηκα,καὶ παρὰ τῆς τέχνης μήνιδος ἀρξάμενος.ὤμοι ἐγὼ πολύμηνις, ἔχων διχόλωτον ἀνάγκην, τέχνηςγραμματικῆς καὶ γαμετῆς μαχίμης.μῆνις Ἀχιλλῆος καὶ ἐμοὶ πρόφασις γεγένηταιοὐλομένης πενίης γραμματικευσαμένῳ.εἴθε δὲ σὺν Δαναοῖς με κατέκτανε μῆνιςἐκείνη, πρὶν χαλεπὸς λιμὸς γραμματικῆς ὀλέσει. ἀλλʼ ἵνʼἀφαρπάξῃ Βρισηίδα πρὶν Ἀγαμέμνων,τὴν Ἑλένην δʼ ὁ Πάρις, πτωχὸς ἐγὼ γενόμην.νηδὺν ἀναίσχυντον στιβαροῖς ᾔσχυνα λογισμοῖς,σωφροσύνῃ κολάσας ἔντερον ἀργαλέον εἰ γὰρ ἔχω τὸν νοῦνἐπικείμενον ὑψόθι γαστρός, πῶς μὴ νικήσω τὴν ὑποτασσομένην;πωλῶ, εἰς ἑτέρας τέχνης ἔργα μετερχόμενος. Πιερίδες,σῴζοισθε· λόγοι, συντάσσομαι ὑμῖν· σύνταξις γὰρ ἐμοὶ καὶθάνατον παρέχει.ἐλπίδος οὐδὲ Τύχης