ἦ γάρ τοι τρία τόξα κατήρτισεν, ὡς ἄρα μέλλωνοὐχὶ μίαν τρώσειν, τρεῖς δʼ ἐν ἐμοὶ κραδίας.οὔρεος ἐξ ὑπάτοιο λαγὼς πέσεν ἔς ποτε βένθος,ἐκπροφυγεῖν μεμαὼς τρηχὺν ὀδόντα κυνός·ἀλλʼ οὐδʼ ὣς ἤλυξε κακὸν μόρον αὐτίκα γάρ μινεἰνάλιος μάρψας πνεύματος ὠρφάνισεν.ἐκ πυρός, ὡς αἶνος, πέσες ἐς φλόγα· ἦ ῥά σε δαίμωνκἠν ἁλὶ κἠν χέρσῳ θρέψε κύνεσσι βοράν.ἐκ κυνὸς εἷλε κύων με. τί τὸ ξένον; εἰς ἐμὲ θῆρεςὑγροὶ καὶ πεζοὶ θυμὸν ἔχουσιν ἕνα.αἰθέρα λοιπὸν ἔχοιτε, λαγοί, βατόν. ἀλλὰ φοβοῦμαι,οὐρανέ· καὶ σὺ φέρεις ἀστερόεντα κύνα.ὁ πρὶν ἀελλοπόδων λάμψας πλέον Αἰετὸς ἵππων,ὁ πρὶν ὑπαὶ μίτραις κῶλα καθαψάμενος,ὃν Φοίβου χρησμῳδὸς ἀέθλιον ἔστεφε Πυθώ,ὀρνύμενον πτανοῖς ὠκυπέταις ἴκελον,καὶ Νεμέη βλοσυροῖο τιθηνήτειρα λέοντος,Πῖσά τε, καὶ δοιὰς ᾐόνας Ἰσθμὸς ἔχων,νῦν κλοιῷ δειρὴν πεπεδημένος, οἷα χαλινῷ,καρπὸν ἐλᾷ Δηοῦς ὀκριόεντι λίθῳ,ἴσαν μοῖραν ἔχων Ἡρακλέι· καὶ γὰρ ἐκεῖνοςτόσσ’ ἀνύσας δούλαν ζεῦγλαν ἐφηρμόσατο.ὁ πρὶν ἐπʼ Ἀλφειῷ στεφανηφόρος, ὦνερ, ὁ τὸ πρὶνδισσάκι κηρυχθεὶς Κασταλίης παρʼ ὕδωρ,ὁ πρὶν ἐγὼ Νεμέῃ βεβοημένος, ὁ πρὶν ἐπʼ Ἰσθμῷπῶλος, ὁ πρὶν πτηνοῖς ἶσα δραμὼν ἀνέμοις,νῦν ὅτε γηραιός, γυροδρόμον ἠνίδε πέτρονδινεύω, στεφέων ὕβρις, ἐλαυνόμενος.σοί, πατρὶ Θεσσαλίη πωλοτρόφε, μέμψιν ἀνάπτωΠήγασος, ὡς ἀδίκου τέρματος ἠντίασα·ὃς Πυθοῖ, κἠν Ἰσθμῷ ἐκώμασα, κἠπὶ ΝέμειονΖᾶνα, καὶ Ἀρκαδικοὺς ἤλυθον ἀκρεμόνας·νῦν δὲ βάρος πέτρης Νισυρίδος ἔγκυκλον ἕλκω,λεπτύνων Δηοῦς καρπὸν ἀπʼ ἀσταχύων.νηδύι βριθομένην δάμαλιν Λητωίδι κούρῃ]στῆσαν νηοκόροι θῦμα χαριζόμενοι, .ἧς ἀίδην μέλλοντα προέφθασεν εὔστοχος ὠδίς,πέμφθη δʼ εἰς ἀγέλην τεκνογονεῖν ἄφετος.ἡ θεὸς ὠδίνων γὰρ ἐπίσκοπος οὐδʼ ἐδίκαζεντικτούσας κτείνειν, ἃς ἐλεεῖν ἔμαθεν.