ἦν δόλος Ἀτρείδαις ἐσθλότερος πολέμου.τίς θεὸν εἶπεν Ἔρωτα; θεοῦ κακὸν οὐδὲν ὁρῶμενἔργον ὁ δʼ ἀνθρώπων αἵματι μειδιάει.οὐ θοὸν ἐν παλάμαις κατέχει ξίφος; ἠνίδʼ ἄπιστατῆς θειοδμήτου σκῦλα μιαιφονίης.μήτηρ μὲν σὺν παιδὶ κατέφθιτο αὐτὰρ ἐπʼ αὐτοῖςποίνιμος ἔκτεινεν φῶτα λιθοκτονίη.καὶ ταῦτʼ οὔτʼ Ἄϊδος, οὔτʼ Ἄρεος, ἔργα δʼ Ἔρωτοςλεύσσομεν, οἷς παίζει κεῖνος ὁ νηπίαχος.αἱ τρισσαί ποτε παῖδες ἐν ἀλλήλαισιν ἔπαιζονκλήρῳ, τίς προτέρη βήσεται εἰς ἀίδηνκαὶ τρὶς μὲν χειρῶν ἔβαλον κύβον, ἦλθε δὲ πασῶνἐς μίαν· ἡ δʼ ἐγέλα κλῆρον ὀφειλόμενον.ἐκ τέγεος γὰρ ἄελπτον ἔπειτʼ ὤλισθε πέσημαδύσμορος, ἐς δʼ ἀίδην ἤλυθεν, ὡς ἔλαχεν.ἀψευδὴς ὁ κλῆρος, ὅτῳ κακὸν ἐς δὲ τὸ λῷονοὔτʼ εὐχαὶ θνητοῖς εὔστοχοι, οὔτε χέρες.κρανίον ἐν τριόδοισι κατοιχομένου τις ἐσαθρῶνεἰκόνα τὴν κοινὴν οὐκ ἐδάκρυσε βίου·δεξιτερὴν δʼ ἔρριψεν ἐπὶ χθόνα, καὶ λίθον ἧκεν,κωφὸν μὲν δοκέοντʼ, ἀλλὰ πνέοντα δίκης.ὀστέον ὡς γὰρ ἔπληξεν, ἀφήλατο, καὶ τὸν ἀφένταπήρωσεν, γλυκεροῦ βλέμματος ὀρφανίσας.καὶ πάλιν εἰς ἀίδην ἐκολάζετο, τὴν ἰδίην δὲἔκλαυσεν χειρῶν εὔστοχον ἀφροσύνην.Ἡρόδοτος Μούσας ὑπεδέξατο· τῷ δʼ ἄρʼ ἑκάστηἀντὶ φιλοξενίης βίβλον ἔδωκε μίαν.Ἡσιόδου ποτὲ βίβλον ἐμαῖς ὑπὸ χερσὶν ἑλίσσωνΠύρρην ἐξαπίνης εἶδον ἐπερχομένηνβίβλον δὲ ῥίψας ἐπὶ γῆν χερί, τοῦτʼ ἐβόησα·ἔργα τί μοι παρέχεις, ὦ γέρον Ἡσίοδε;ἤμην ἀχρεῖον κάλαμος φυτὸν ἐκ γὰρ ἐμεῖοοὐ σῦκʼ, οὐ μῆλον φύεται, οὐ σταφυλή·ἀλλὰ μʼ ἀνὴρ ἐμύησ’ ἑλικωνίδα, λεπτὰ τορήσαςχείλεα, καὶ στεινὸν ῥοῦν ὀχετευσάμενος.ἐκ δὲ τοῦ εὖτε πίοιμι μέλαν ποτόν, ἔνθεος οἷα,πᾶν ἔπος ἀφθέγκτῳ τῷδε λαλῶ στόματι.ἐκ πυρὸς Ἰλιακοῦ δοράτων μέσον ἥρπασεν ἥρωςΑἰνείας, ὅσιον παιδὶ βάρος, πατέρα·ἔκλαγε δʼ Ἀργείοις· “μὴ ψαύετε· μικρὸν ἐς ἄρη