ποῦ στεφάναι πύργων, ποῦ τὰ πάλαι κτέανα,ποῦ νηοὶ μακάρων, ποῦ δώματα, ποῦ δὲ δάμαρτεςΣισύφιαι, λαῶν θʼ αἱ ποτε μυριάδες;οὐδὲ γὰρ οὐδʼ ἴχνος, πολυκάμμορε, σεῖο λέλειπται,πάντα δὲ συμμάρψας ἐξέφαγεν πόλεμος.μοῦναι ἀπόρθητοι Νηρηίδες, Ὠκεανοῖοκοῦραι, σῶν ἀχέων μίμνομεν ἁλκυόνες.ἅδε ποθʼ ἁ κλεινὰ Πριάμου πόλις, ἃν ἀλαπάξαιἙλλάνων δεκέτης οὐκ ἐτάλασσεν ἄρηςἀμφαδόν, ἀλλʼ ἵπποιο κακὸν ξύλον. αἴθε δʼ Ἐπειὸςκάτθανε πρὶν τεῦξαι δουρατέαν παγίδα.οὐ γὰρ ἄν, Ἀτρειδᾶν ὀροφηφάγον ἁψαμένων πῦρ,οὕτω ἐφʼ ἁμετέροις λάεσιν ἠριπόμαν.ὦ πόλι, πῆ σέο κεῖνα τὰ τείχεα, πῆ πολύολβοινηοί; πῆ δὲ βοῶν κράατα τεμνομένων;πῆ Παφίης ἀλάβαστρα, καὶ ἡ πάγχρυσος ἐφεστρίς;πῆ δὲ Τριτογενοῦς δείκελον ἐνδαπίης;πάντα μόθος χρονίη τε χύσις καὶ Μοῖρα κραταιὴἥρπασεν, ἀλλοίην ἀμφιβαλοῦσα τύχην.καί σε τόσον νίκησε βαρὺς φθόνος· ἀλλʼ ἄρα μοῦνονοὔνομα σὸν κρύψαι καὶ κλέος οὐ δύναται.ἱλήκοις, πολιοῦχε. σὲ μὲν χρυσαυγέι νηῷ,ὡς θέμις, ἁ τλάμων Ἴλιος ἠγασάμηνἀλλὰ σύ με προλέλοιπας ἑλώριον· ἀντὶ δὲ μήλουπᾶσαν ἀπεδρέψω τείχεος ἀγλαΐην.ἄρκιον ἦν θνᾴσκειν τὸν βουκόλον εἰ γὰρ ἄθεσμοςἔπλετο, τᾶς πάτρας οὐκ ἀλίτημα τόδε.εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε, μή με γελάσσῃς·οὐ γὰρ ἐμοὶ μούνῃ ταῦτα τέλεσσε Τύχη.εἰ δέ τις ἐξ Ἀσίης, μὴ πένθεε· Δαρδανικοῖς γὰρσκήπτροις Αἰνεαδῶν πᾶσα νένευκε πόλις.εἰ δὲ θεῶν τεμένη καὶ τείχεα καὶ ναετῆραςζηλήμων δηίων ἐξεκένωσεν ἄρης,εἰμὶ πάλιν βασίλεια. σὺ δʼ, ὦ τέκος, ἄτρομε Ῥώμη,βάλλε καθʼ Ἑλλήνων σῆς ζυγόδεσμα δίκης.Δέρκεο τὸν Τροίας % δεκέτη λόχον εἴσιδε πῶλονεὐόπλου Δαναῶν ἔγκυον ἡσυχίης.τεκταίνει μὲν Ἐπειός, Ἀθηναίη δὲ κελεύειἔργον· ὑπὲκ νώτου δʼ Ἑλλὰς ὅλα δύεται.ἦ ῥα μάταν ἀπόλοντο τόσος στρατός, εἰ πρὸς Ἄρηα