ἵδρυμαι νοτερῆς δεσπότις ἠιόνοσʼ,ἀλλὰ φίλος· πόντῳ γὰρ ἐπὶ πλατὺ δειμαίνοντιχαίρω, καὶ ναύταις εἰς ἐμὲ σῳζομένοις.ἱλάσκευ τὴν Κύπριν ἐγὼ δέ σοι ἢ ἐν ἔρωτιοὔριος, ἢ χαροπῷ πνεύσομαι ἐν πελάγει.Κύπριδος οὗτος ὁ χῶρος, ἐπεὶ φίλον ἔπλετο τήνᾳ,αἰὲν ἀπʼ ἠπείρου λαμπρὸν ὁρῆν πέλαγος,ὄφρα φίλον ναύτῃσι τελῇ πλόον ἀμφὶ δὲ πόντοςδειμαίνει, λιπαρὸν δερκόμενος ξόανον.ἐλθὼν εἰς ἀίδην, ὅτε δὴ σοφὸν ἤνυσε γῆρας,Διογένης ὁ κύων Κροῖσον ἰδὼν ἐγέλα,καὶ στρώσας ὁ γέρων τὸ τριβώνιον ἐγγὺς ἐκείνου,τοῦ πολὺν ἐκ ποταμοῦ χρυσὸν ἀφυσσαμένου,εἶπεν “ἐμοὶ καὶ νῦν πλείων τόπος· ὅσσα γὰρ εἶχον,πάντα φέρω σὺν ἐμοί· Κροῖσε, σὺ δʼ οὐδὲν ἔχεις.”ἐλπίδα καὶ Νέμεσιν Εὔνους παρὰ βωμὸν ἔτευξα,τὴν μὲν, ἵνʼ ἐλπίζῃς· τὴν δʼ, ἵνα μηδὲν ἔχῃς.ὦ ἴτε Δήμητρος πρὸς ἀνάκτορον, ὦ ἴτε, μύσται,μὴ δʼ ὕδατος προχοὰς δείδιτε χειμερίους.τοῖον γὰρ Ξενοκλῆς [ὁ Ξείνιδος ἀσφαλὲς ὔμμινζεῦγμα διὰ πλατέος τοῦδʼ ἔβαλεν ποταμοῦ.τὸν βίον, Ἡράκλειτε, πολὺ πλέον ἤπερ ὅτʼ ἔζηςδάκρυε· νῦν ὁ βίος ἔστʼ ἐλεεινότερος.τὸν βίον ἄρτι γέλα, Δημόκριτε, τὸ πλέον ἢ πρὶννῦν ὁ βίος πάντων ἐστὶ γελοιότερος.εἰς ὑμέας δὲ καὶ αὐτὸς ὁρῶν, τὸ μεταξὺ μεριμνῶπῶς ἅμα σοὶ κλαύσω, πῶς ἅμα σοὶ γελάσω.εἶχεν Ἀριστείδης ὁ βοκέρριος οὐκ ἀπὸ πολλῶνπολλά, μιῆς δʼ ὄιος καὶ βοὸς εὐπορίην.ἀλλὰ γὰρ οὐδʼ ὁ πένης ἔφυγε φθόνον ἤματι δʼ αὐτῷθῆρες ὄιν, τὴν βοῦν δʼ ὤλεσε δυστοκίη.μισήσας δʼ ἀβληχὲς ἐπαύλιον, ἅμματι πήρηςἐκ ταύτης βιοτὴν ἀχράδος ἐκρέμασεν.πλοῦτος Ἀριστείδῃ δάμαλις μία καὶ τριχόμαλλοςἦν ὄις· ἐκ τούτων λιμὸν ἔλαυνε θύρης.ἤμβροτε δʼ ἀμφοτέρων· ἀμνὴν λύκος, ἔκτανε δʼ ὠδὶςτὴν δάμαλιν πενίης δʼ ὤλετο βουκόλιον.πηροδέτῳ δʼ ὃ γʼ ἱμάντι κατʼ αὐχένος ἅμμα λυγώσας,οἰκτρὸς ἀμυκήτῳ κάτθανε πάρ καλύβᾐ,ποῦ τὸ περίβλεπτον κάλλος σέο, Δωρὶ Κόρινθε;