εὕροιτʼ οὐ νοέοντας ὅπερ θέμις ἐστὶ νοῆσαι.ἀτρεκέως μάλα πᾶσι πλάνη Τύχη ἐστὶ βροτοῖσινἔστι γὰρ ἀδρανέη, τὸ δʼ ἐπιπλέον οὐδὲ πέλουσα.γράψε τίς; οἶδε θεός· τίνος εἵνεκεν; οἶδε καὶ αὐτός.αἴθε πατήρ μʼ ἐδίδαξε δασύτριχα μῆλα νομεύειν,ὥς κεν ὑπὸ πτελέῃσι καθήμενος, ἢ ὑπὸ πέτρῃςσυρίσδων καλάμοισιν ἐμὰς τέρπεσκον ἀνίας.Πιερίδες, φεύγωμεν ἐυκτιμένην πόλιν ἄλληνπατρίδα μαστεύσωμεν. ἀπαγγελέω δʼ ἄρα πᾶσινὡς ὀλοοὶ κηφῆνες ἐδηλήσαντο μελίσσας.ἥμισύ μου τέθνηκε, τὸ δʼ ἥμισυ λιμὸς ἐλέγχει·σῶσόν μου, βασιλεῦ, μουσικὸν ἡμίτονον.πρὸς ὃν ὁ βασιλεὺς Ἁδριανὸς ἀπεκρίνατοἀμφοτέρους ἀδικεῖς καὶ Πλουτέα καὶ Φαέθοντα·τὸν μὲν ἔτʼ εἰσορόων, τοῦ δʼ ἀπολειπόμενος.ἦν νέος, ἀλλὰ πένης· νῦν γηρῶν πλούσιός εἰμι,ὦ μόνος ἐκ πάντων οἰκτρὸς ἐν ἀμφοτέροις·ὃς τότε μὲν χρῆσθαι δυνάμην, ὁπότʼ οὐδὲ ἓν εἶχον,νῦν δʼ ὁπότε χρῆσθαι μὴ δύναμαι, τότʼ ἔχω.Μαχλὰς ἐϋκροτάλοισιν ἀνευάζουσα χορείαις,δίζυγα παλλομένοισι τινάγμασι χαλκὸν ἀράσσει·τῆς μὲν ὑποκλέπτων πολιὴν τρίχα, γείτονα μοίρης.ἠλεμάτοις ἀκτῖσι χαράσσεται ὄμματος αὐγήψευδόμενον δʼ ἐρύθημα κατέγραφεν ἄχροος αἰδώς,ἀγλαΐῃ στέψασα νόθῃ κεκαλυμμένα μῆλα.ἕδρην χαλκεόπεζον ἐπὶ προθύροις Ἑλικῶνοςεἱστήκει θεράπων τις ὑπὲρ νώτοιο μεμαρπώς,οὐδʼ ἔθελεν μογέοντι πορεῖν ἐπίβαθρον ἀοιδῆς·τοὔνεκά μευ θώρηξε νόον πολύμητις ἀνάγκη.κοινῇ πὰρ κλισίῃ ληθαργικὸς ἠδὲ φρενοπλὴξκείμενοι, ἀλλήλων νοῦσον ἀπεσκέδασαν.ἐξέθορε κλίνης γὰρ ὁ τολμήεις ὑπὸ λύσσης,καὶ τὸν ἀναίσθητον παντὸς ἔτυπτε μέλους.πληγαὶ δʼ ἀμφοτέροις ἐγένοντʼ ἄκος, αἷς ὁ μὲν αὐτῶνἔγρετο, τὸν δʼ ὕπνῳ πουλὺς ἔριψε κόπος.Κρημνοβάταν, δίκερων, Νυμφῶν ἡγήτορα Πᾶναἁζόμεθʼ, ὃς πετρίνου τοῦδε κέκηδε δόμου,ἵλαον ἔμμεναι ἄμμιν, ὅσοι λίβα τήνδε μολόντεςἀενάου πόματος, δίψαν ἀπωσάμεθα.λιτός τοι δόμος οὗτος ʽ ἐπεὶ παρὰ κύματι πηγῷ