αὐτὸς ἐπʼ ἀσπίδι θῆκεν ἑὸν πάιν, οὐδʼ ἀλεγίζει,οὔπω γὰρ γενέταο φέρει νοῦν, πρὶν γʼ ἐπαθρήσῃκεκριμένον λουτροῖσιν ἐλεγξιγάμου ποταμοῖο·ἡ δὲ μετʼ εἰλείθυιαν ἐπʼ ἄλγεσιν ἄλγος ἔχουσαμήτηρ, εἰ καὶ παιδὸς ἀληθέα οἶδε τοκῆα,ἐκδέχεται τρομέουσα, τί μήσεται ἄστατον ὕδωρ.τίνας ἂν εἴποι λόγους Κλυταιμνήστρα Ὀρέστου μέλλοντοςαὐτὴν σφάξαι.πῇ ξίφος ἰθύνεις; κατὰ γαστέρος, ἢ κατὰ μαζῶν;γαστὴρ ἥδʼ ἐλόχευσεν, ἀνεθρέψαντο δὲ μαζοί.ἂν περιλειφθῇ μικρὸν ἐν ἄγγεσιν ἡδέος οἴνου,εἰς ὀξὺ τρέπεται τοῦτο τὸ λειπόμενονοὕτω ἀπαντλήσας τὸν ὅλον βίον, εἰς βαθὺ δʼ ἐλθὼνγῆρας, ὁ πρεσβύτης γίνεται ὀξύχολος.εἷρπε δράκων, καὶ ἔπινεν ὕδωρ· σβέννυντο δὲ πηγαὶκαὶ ποταμὸς κεκόνιστο, καὶ ἦν ἔτι διψαλέος θήρ.εἷρπε τὸ μέν, τὸ δʼ ἔμελλε, τὸ δʼ ἦν ἔτι νωθρὸν ἐν εὐνῇ·αὐτὰρ ὃ διψήσας ποταμῷ ὑπέθηκε γένειον.πᾶς δʼ ἄρα Κηφισὸς εἴσω ῥέεν ἀργαλέον δὲἀνθερεὼν κελάρυζε. κατερχομένου δὲ ῥεέθρου,Κηφισὸν κώκυον ὀλωλότα πολλάκι Νύμφαι.Παλλάδος εἰμὶ φυτόν· Βρομίου τί με θλίβετε κλῶνεςἄρατε τοὺς βότρυας· παρθένος οὐ μεθύω.οὔρεσιν ἐν δολιχοῖς βλωθρὴν πίτυν ὑέτιός μεπρόρριζον γαίης ἐξεκύλισε Νότος·ἔνθεν ναῦς γενόμην, ἀνέμοις πάλιν ὄφρα μάχωμαι,ἄνθρωποι τόλμης οὔ ποτε φειδόμενοι.σωφροσύνη καὶ Ἔρως κατεναντίον ἀλλήλοισινἐλθόντες ψυχὰς ὤλεσαν ἀμφότερον·Φαίδρην μὲν κτεῖνεν πυρόεις πόθος Ἱππολύτοιο·Ἱππόλυτον δʼ ἁγνὴ πέφνε σαοφροσύνη·.εἴ τις ἅπαξ γήμας πάλι δεύτερα λέκτρα διώκει,ναυηγὸς πλώει δὶς βυθὸν ἀργαλέον.ἐλπὶς, καὶ σὺ Τύχη, μέγα χαίρετε· τὴν ὁδὸν εὗρονοὐκέτι γὰρ σφετέροις ἐπιτέρπομαι. ἔρρετε ἄμφω,οὕνεκεν ἐν μερόπεσσι πολυπλανέες μάλα, ἐστέ.ὅσσα γὰρ ἀτρεκέως οὐκ ἔσσεται, ὔμμες ἐν ἡμῖνφάσματα, ὡς ὕπνῳ, ἐμβάλλετε, οἷά τʼ ἐόντα.ἔρρε κακὴ γλήνη, πολυώδυνε· ἔρρετε ἄμφω.παίζοιτʼ, εἴγε θέλοιτε, ὅσους ἐμεῦ ὕστερον ὄντας