καλὰ Ποσειδάων δίκασεν πολὺ μᾶλλον Ἀθήνης·καὶ κρίσιν Ἑλλήνων στυγερὴν ἀπέδειξε θάλασσα,καὶ Σαλαμὶς ἀπέχει κῦδος ὀφειλόμενον.ἀσπὶς ἐν αἰγιαλοῖσι βοᾷ, καὶ σῆμα τινάσσει,αὐτόν σ’ ἐκκαλέουσα, τὸν ἄξιον ἀσπιδιώτηνἔγρεο, παῖ Τελαμῶνος, ἔχεις σάκος Αἰακίδαο.πένθιμον ἡνίκα πατρὶ Πολυξείνης ὑμέναιονἤνυσεν ὀγκωτοῦ Πύρρος ὕπερθε τάφου,ὧδε πολυκλαύτοιο κόμας λακίσασα καρήνουΚισσηὶς τεκέων κλαῦσε φόνους Ἑκάβη·“ πρόσθε μὲν ἀξονίοις φθιτὸν εἴρυσας Ἕκτορα δεσμοῖς·νῦν δὲ Πολυξείνης αἷμα δέχῃ φθίμενος·Αἰακίδη, τί τοσοῦτον ἐμῇ ὠδύσσαο νηδυῖ;παισὶν ἔφυς γὰρ ἐμοῖς ἤπιος οὐδὲ νέκυς.”ὤ μοι ἐγὼν ἥβης καὶ γήραος οὐλομένοιο·τοῦ μὲν ἐπερχομένου, τῆς δʼ ἀπονισαμένης,εἴ τις ἀνὴρ ἄρχων ἐθέλει κολάκων ἀνέχεσθαι,πολλοὺς ἐκδώσει τοῖς μιαροῖς στόμασινὥστε χρὴ τὸν ἄριστον, ἀπεχθαίροντα δικαίως,ὡς κόλακας μισεῖν τοὺς κολακευομένους.φαῦλος ἀνὴρ πίθος ἐστὶ τετρημένος, εἰς ὃν ἁπάσαςἀντλῶν τὰς χάριτας, εἰς κενὸν ἐξέχεας.Σπάρτας καὶ Σαλαμῖνος ἐγὼ φυτὸν ἀμφήριστονκλαίω δʼ ἠιθέων ἔξοχον ἢ προμάχων.Ἀτθὶ κόρα μελίθρεπτε, λάλος λάλον ἁρπάξασατέττιγα πτανοῖς δαῖτα φέρεις τέκεσιν,τὸν λάλον ἁ λαλόεσσα, τὸν εὔπτερον ἁ πτερόεσσα,τὸν ξένον ἁ ξείνα, τὸν θερινὸν θερινά;κοὐχὶ τάχος ῥίψεις; οὐ γὰρ θέμις, οὐδὲ δίκαιον,ὄλλυσθʼ ὑμνοπόλους ὑμνοπόλοις στόμασιν.ἐκ θοίνης φάος ἔσχεν ἐπʼ ἀχράδα μηκὰς ἰοῦσα,ἐκ δʼ ἐφάνη τυφλὴν μηκέτʼ ἔχουσα κόρην·δισσῶν τὴν ἑτέρην γὰρ ἐκέντρισεν ὀξὺς ἀκάνθηςὄζος. ἴδʼ ὡς τέχνης δένδρον ἐνεργότερον.ποῖ Φοῖβος πεπόρευται; Ἄρης ἀναμίγνυται Δάφνῃ.θαρσαλέοι Κελτοὶ ποταμῷ ζηλήμονι Ῥήνῳτέκνα ταλαντεύουσι, καὶ οὐ πάρος εἰσὶ τοκῆες,πρὶν πάιν ἀθρήσωσι λελουμένον ὕδατι σεμνῷ.αἶψα γὰρ ἡνίκα μητρὸς ὀλισθήσας διὰ κόλπωννηπίαχος πρῶτον προχέει δάκρυ, τὸν μὲν ἀείρας