ἣν πέλαγος διέσωσεν, ἐπʼ ᾐόνος· ἀλλὰ θαλάσσηςτὴν ἐμὲ γειναμένην εὗρον ἀπιστοτέρην.τὴν μικρήν με λέγουσι, καὶ οὐκ ἴσα ποντοπορεύσαιςναυσὶ διιθύνειν ἄτρομον εὐπλοΐηνοὐκ ἀπόφημι δʼ ἐγώ· βραχὺ μὲν σκάφος, ἀλλὰ θαλάσσῃπᾶν ἴσον οὐ μέτρων ἡ κρίσις, ἀλλὰ τύχης.ἔστω πηδαλίοις ἑτέρῃ πλέον ἄλλο γὰρ ἄλλῃθάρσος· ἐγὼ δʼ εἴην δαίμοσι σῳζομένη.ὁ Ζεὺς πρὸς τὸν Ἔρωτα· βέλη τὰ σὰ πάντʼ ἀφελοῦμαι·χὠ πτανός· Βρόντα, καὶ πάλι κύκνος ἔσῃ.οὐκ οἶδʼ εἴτε σάκος λέξαιμί σε, τὴν ἐπὶ πολλοὺςἀντιπάλους πιστὴν σύμμαχον ὡπλισάμην,εἴτε σε βαιὸν ἐμοὶ πόντου σκάφος, ἥ μʼ ἀπὸ νηὸςὀλλυμένης κόμισας νηκτὸν ἐπʼ ἠιόνας.Ἄρεος ἐν πολέμοις ἔφυγον χόλον, ἔν τε θαλάσσῃΝηρῆος· σὺ δʼ ἄρʼ ἦς ὅπλον ἐν ἀμφοτέροις.οὐ στέργω βαθυληίους ἀρούρας,οὐκ ὄλβον πολύχρυσον, οἷα Γύγης.αὐτάρκους ἔραμαι βίου, Μακρῖνε·τὸ Μηθὲν γὰρ ἄγαν ἄγαν με τέρπει.Θρήικας αἰνείτω τις, ὅτι στοναχεῦσι μὲν υἷαςμητέρος ἐκ κόλπων πρὸς φάος ἐρχομένους,ἔμπαλι δʼ ὀλβίζουσιν ὅσους αἰῶνα λιπόνταςἀπροϊδὴς Κηρῶν λάτρις ἔμαρψε Μόρος.οἱ μὲν γὰρ ζώοντες ἀεὶ παντοῖα περῶσινἐς κακά, τοὶ δὲ κακῶν εὗρον ἄκος φθίμενοι.τρὶς δέκα με πνεύσειν καὶ δὶς τρία μάντιες ἄστρωνφασὶν ἐμοὶ δʼ ἀρκεῖ καὶ δεκὰς ἡ τριτάτη·τοῦτο γὰρ ἀνθρώποις βιοτῆς ὅρος· ἡ δʼ ἐπὶ τούτοιςΝέστορι· καὶ Νέστωρ δʼ ἤλυθεν εἰς ἀίδην,οἱ κόρις ἄχρι κόρου κορέσαντό μου· ἀλλʼ ἐκορέσθηνἄχρι κόρου καὐτὸς τοὺς κόρις ἐκκορίσας.παιδὸς ἀφʼ ὑψηλῶν κεράμων ὑπὲρ ἄκρα μέτωπακύπτοντος ʽΜοῖρα νηπιάχοις ἄφοβονʼ,μήτηρ ἐξόπιθεν μαζῷ μετέτρεψε νόημα·δὶς δὲ τέκνῳ ζωὴν ἓν κεχάριστο γάλα,ἀσπίδʼ Ἀχιλλῆος, τὴνἝκτορος αἷμα πιοῦσαν,Λαρτιάδης Δαναῶν ἦρε κακοκρισίῃ·̓·ναυηγοῦ δὲ θάλασσα κατέσπασε, καὶ παρὰ τύμβονΑἴαντος νηκτὴν ὥρμισεν, οὐκ Ἰθάκῃ,