δορκάδος ἀρτιτόκοιο τιθηνητήριον οὖθαρἔμπλεον ἠμῦσαν ˘ πικρὸς ἔτυψεν ἔχις.νεβρὸς δʼ ἰομιγῆ θηλὴν σπάσε, καὶ τὸ δυσαλθὲςτραύματος ἐξ ὀλοοῦ πικρὸν ἔβροξε γάλα.ᾅδην δʼ ἠλλάξαντο, καὶ αὐτίκα νηλέι μοίρῃ,ἣν ἔπορεν γαστήρ, μαστὸς ἀφεῖλε χάριν.Κεμμάδος ἀρτιτόκου μαζοῖς βρίθουσι γάλακτοςἡ φονίη δακέτων ἰὸν ἐνῆκεν ἔχις·φαρμαχθὲν δʼ ἰῷ μητρὸς γάλα νεβρὸς ἀμέλξαςχείλεσι, τὸν κείνης ἐξέπιεν θάνατον.εἰνοδίην καρύην με παρερχομένοις ἐφύτευσανπαισὶ λιθοβλήτου παίγνιον εὐστοχίης.πάντας δʼ ἀκρεμόνας τε καὶ εὐθαλέας ὀροδάμνουςκέκλασμαι, πυκιναῖς χερμάσι βαλλομένη.δένδρεσιν εὐκάρποις οὐδὲν πλέον ἦ γὰρ ἔγωγεδυσδαίμων ἐς ἐμὴν ὕβριν ἐκαρποφόρουν.ἡ πάρος ἐν δρυμοῖσι νόθης ζείδωρος ὀπώρηςἀχράς, θηροβότου πρέμνον ἐρημοσύνης,ὀθνείοις ὄζοισι μετέμφυτος, ἥμερα θάλλω,οὐκ ἐμὸν ἡμετέροις κλωσὶ φέρουσα βάρος.πολλή σοι, φυτοεργέ, πόνου χάρις· εἵνεκα σεῖοἀχρὰς ἐν εὐκάρποις δένδρεσιν ἐγγράφομαι.Ὄχνη, χειρὸς ἐμῆς γλυκερὸς πόνος, ᾗ μὲν ἐφʼ ὑγρῷφλοιῷ φύλλον ἔδησα θέρει· πτόρθος δʼ ἐπὶ δένδρῳῥιζωθεὶς δένδροιο τομῇ, καὶ καρπὸν ἀμείψας,νέρθε μὲν ἀχρὰς ἔτʼ ἐστίν, ὕπερθε δʼ ἄρʼ εὔπνοος ὄχνη.ἀχρὰς ἔην θῆκας σέο χερσὶ μυρίπνοον ὄχνην,δένδρῳ πτόρθον ἐνείς· σὴν χάριν εἰς σὲ φέρω,εἰ καί σευ πολύφωνος ἀεὶ πίμπλησιν ἀκουὰςἢ φόβος εὐχομένων, ἢ χάρις εὐξαμένων,Ζεῦ Σχερίης ἐφέπων ἱερὸν πέδον, ἀλλὰ καὶ ἡμέωνκλῦθι, καὶ ἀψευδεῖ νεῦσον ὑποσχεσίῃ,ἤδη μοι ξενίης εἶναι πέρας, ἐν δέ με πάτρῃζώειν, τῶν δολιχῶν παυσάμενον καμάτων.ἐλπὶς ἀεὶ βιότου κλέπτει χρόνον ἡ πυμάτη δὲἠὼς τὰς πολλὰς ἔφθασεν ἀσχολίας.πολλάκις εὐξαμένῳ μοι ἀεὶ θυμῆρες ἔδωκαςτέκμαρ ἀκυμάντου, Ζεῦ πάτερ, εὐπλοΐης·δῴης μοι καὶ τοῦτον ἔτι πλόον, ἠδὲ σαώσαιςἤδη, καὶ καμάτων ὅρμισον εἰς λιμένας.