Μάρτυρες, ὑμετέροις αἷμα τὸ Γρηγορίου,Γρηγορίου Νόννης τε μεγακλέος, εὐσεβίῃ τεκαὶ τύμβοις ἱεροῖς εἰς ἓν ἀγειρομένους.κλῦθι, Ἀλεξάνδρεια· Φιλάγριος ὤλεσε μορφὴντῆς λογικῆς ψυχῆς οὔτι χερειοτέρην,Καισάριον δὲ νέον Φθόνος ἥρπασεν οὔποτε τοῖαπέμψεις εὐίπποις ἄνθεα Καππαδόκαις.Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖμαιΓοργόνιον, ζωῆς μύστις ἐπουρανίης.οὐδὲν Γοργόνιον γαίῃ λίπεν, ὀστέα μοῦνα·πάντα δʼ ἔθηκεν ἄνω, Μάρτυρες ἀθλοφόροι.κτῆσιν ἑὴν σάρκας τε καὶ ὀστέα πάντʼ ἀναθεῖσαΓοργόνιον Χριστῷ, μοῦνον ἀφῆκε πόσινοὐ μὰν οὐδὲ πόσιν δηρὸν χρόνον ἀλλʼ ἄρα καὶ τὸνἥρπασεν ἐξαπίνης κύδιμον Ἀλύπιον.ὄλβιε ὀλβίστης ἀλόχου πόσι· τοῖς ῥα λοετροῖςλύματʼ ἀπωσάμενοι ζῆτε παλιγγενέες.εἴ τις Τάνταλός ἐστιν ἐν ὕδασιν αὖος ἀπίστοις,εἴ τις ὑπὲρ κεφαλῆς πέτρος ἀεὶ φοβέων,δαπτόμενόν τʼ ὄρνισιν ἀγήραον ἧπαρ ἀλιτροῦ,καὶ πυρόεις ποταμὸς, καὶ ζόφος ἀθάνατος,ταρτάρεοί τε μυχοὶ καὶ δαίμονες ἀγριόθυμοι,ἄλλαι τε φθιμένων τίσιες εἰν ἀίδι·ὅστις Μαρτινιανὸν ἀγακλέα δηλήσαιτοτύμβον ἀνοχλίζων, δείματα πάντα φέροι.οὔρεά σοι καὶ πόντος, ἀτάσθαλε, καὶ πεδίοισιτέρπῃ πυροφόροις τετραπόδων τʼ ἀγέλαις·καὶ χρυσοῖο τάλαντα καὶ ἄργυρος, εὐγενέες τελᾶες καὶ Σηρῶν νήματα λεπταλέα,πάντα βίος ζωοῖσι· λίθοι δʼ ὀλίγοι τε φίλοι τετοῖς φθιμένοις. σὺ δέ μοι κἀνθάδε χεῖρα φέρεις,οὐδὲ σὸν αἰδόμενος, τλῆμον, τάφον, ὅν τις ὀλέσσειἄλλος σοῖσι νόμοις, χερσὶ δικαιοτέραις,ἡνίκα Μαρτινιανὸς ἔδυ χθόνα, μητέρα πάντων,πᾶσα μὲν Αὐσονίων ἐστονάχησε πόλις·πᾶσα δὲ Σικανίη τε, καὶ εὐρέα πείρατα γαίηςκείρατʼ, ἀπʼ ἀνθρώπων οἰχομένης Θέμιδος.ἡμεῖς δʼ ἀντί νυ σεῖο τάφον μέγαν ἀμφιέποντες,αἰὲν ἐπερχομένοις δώσομεν ὥς τι σέβας·οἱ Χριστὸν φορέοντες ἀκούσατε, οἵ τε θέμιστας