ἤθελεν. ὦ ζωῆς πήμασι μακροτέρης.πᾶσαν ὅση σοφίη λεπτῆς φρενὸς ἐν μερόπεσσινἀμφὶ γεωμετρίην καὶ θέσιν οὐρανίων,καὶ λογικῆς τέχνης τὰ παλαίσματα, γραμματικήν τεἠδʼ ἰητορίην, ῥητορικῆς τε μένος,Καισάριος πτερόωντι νόῳ μοῦνος καταμάρψας,αἰαῖ· πᾶσιν ὁμῶς νῦν κόνις ἐστʼ ὀλίγη.πάντα κασιγνήτοισιν ἑοῖς λίπες· ἀντὶ δὲ πάντωντύμβον ἔχεις ὀλίγον, κύδιμε Καισάριε·ἡ δὲ γεωμετρίη τε, καὶ ἀστέρες ὧν θέσιν ἔγνως,ἥ τʼ ἰητορίη οὐδὲν ἄκος θανάτου.κάλλιμον ἐκ πατρίης σὲ μεγακλέα τηλόθʼ ἐόντα,ἄκρα φέροντα πάσης, Καισάριε, σοφίης,πέμψαντες βασιλῆι τὸν ἔξοχον ἰητήρων,φεῦ, κόνιν ἐκ Βιθυνῶν δεξάμεθʼ αὖ σε πέδου.σεισμῶν μὲν κρυερῶν ἔφυγες στονόεσσαν ἀπειλήν,ἡνίκα Νικαίης ἄστυ μίγη δαπέδῳ·νούσῳ δʼ ἀργαλέῃ ζωὴν λίπες. ὦ νεότητοςσώφρονος, ὦ σοφίης, κάλλιμε Καισάριε.Γρηγορίου Νόννης τε θεουδέος υἷα φέριστοντύμβος ὅδʼ εὐγενέτην Καισάριον κατέχω,ἔξοχον ἐν λογίοισιν, ὑπείροχον ἐν βασιλῄοις,ἀστεροπὴν γαίης πείρασι λαμπομένην.Καισαρίου φθιμένοιο κατήφησαν βασιλῆοςαὐλαί, Καππαδόκαι δʼ ἤμυσαν ἐξαπίνης·καὶ καλὸν εἴ τι λέλειπτο μετʼ ἀνθρώποισιν ὄλωλεν,οἱ δὲ λόγοι σιγῆς ἀμφεβάλοντο νέφος.εἴ τινα δένδρον ἔθηκε γόος, καὶ εἴ τινα πέτρην,εἴ τις καὶ πηγὴ ῥεῦσεν ὀδυρομένη,πέτραι καὶ ποταμοὶ καὶ δένδρεα λυπρὰ πέλοισθε,πάντες Καισαρίῳ γείτονες ἠδὲ φίλοι·Καισάριος πάντεσσι τετιμένος, εὖχος ἀνάκτων,αἰαῖ τῶν ἀχέωνʼ ἤλυθεν εἰς ἀίδην.χεὶρ τάδε Γρηγορίοιο· κάσιν ποθέων τὸν ἄριστον,κηρύσσω θνητοῖς τόνδε βίον στυγέειν.Καισαρίῳ τίς κάλλος ὁμοίιος; ἢ τίς ἁπάντωντόσσος ἐὼν τόσσης εἷλε κλέος σοφίης;οὔτις ἐπιχθονίων ἀλλʼ ἔπτατο ἐκ βιότοιοὡς ῥόδον ἐξ ἀνθέων, ὡς δρόσος ἐκ πετάλων.γείτονες εὐμενέοιτε καὶ ἐν κόλποισι δέχοισθε,