νῦν δʼ ἱερῆα μέγαν σε καὶ οὐρανίοιο χορείηςοὐρανὸς ἐντὸς ἔχει, κύδιμε Γρηγόριε.ἔκ με βρέφους ἐκάλεσσε Θεὸς νυχίοισιν ὀνείροις·ἤλυθον ἐς σοφίης πείρατα, σάρκα Λόγῳἥγνισα καὶ κραδίην· κόσμου φλόγα γυμνὸς ἀλύξας,ἔστην σὺν Ἀαρὼν Γρηγορίῳ γενέτῃ.πατρὸς ἐγὼ ζαθέοιο καὶ οὔνομα καὶ θρόνον ἔσχον,καὶ τάφον· ἀλλά, φίλος, μνώεο Γρηγορίου,Γρηγορίου, τὸν μητρὶ θεόσδοτον ὤπασε Χριστὸςφάσμασιν ἐννυχίοις, δῶκε δʼ ἔρον σοφίης.σχέτλιός ἐστιν ὁ τύμβος. ἔγωγε μὲν οὔποτʼ ἐώλπειν,ὥς ῥα κατακρύψει τοὺς πυμάτους προτέρουςαὐτὰρ ὃ Καισάριον, ἐρικυδέα υἷα τοκήων,τῶν προτέρων πρότερον δέξατο· ποῖα δίκη;οὐκ ἔσθʼ ὁ τύμβος αἴτιος· μὴ λοιδόρει.φθόνου τόδʼ ἐστὶν ἔργον πῶς δʼ ἤνεγκεν ἂννέον γερόντων εἰσορῶν σοφώτερον;Γρηγόριε, θνητῶν μὲν ὑπείροχον ἔλλαχες υἷακάλλεϊ καὶ σοφίῃ, καὶ βασιλῆι φίλονκρείσσονα δʼ οὐκέτι πάμπαν ἀπηλεγέος θανάτοιο.ἦ μὴν ὠιόμην ἀλλὰ τί φησὶ τάφος;“ τέτλαθι· Καισάριος μὲν ἀπέφθιτο· ἀλλὰ μέγιστονυἱέος εὖχος ἔχεις, υἱέος ἀντὶ φίλου.”ὥριοι εἰς τάφον ἦμεν, ὅτʼ ἐνθάδε τοῦτον ἔθηκανλᾶαν ἐφʼ ἡμετέρῳ γήραϊ λαοτόμοι·ἀλλʼ ἡμῖν μὲν ἔθηκαν ἔχει δέ μιν οὐ κατὰ κόσμονΚαισάριος, τεκέων ἡμετέρων πύματος.ἔτλημεν πανάποτμα, τέκος, τέκος· ἀλλὰ τάχισταδέξαι ἐς ὑμέτερον τύμβον ἐπειγομένους.τόνδε λίθον τοκέες μὲν ἑὸν τάφον ἐστήσαντο,ἐλπόμενοι ζωῆς μοῖραν ἔχειν ὀλίγηνΚαισαρίῳ δʼ υἱῆι πικρὴν χάριν οὐκ ἐθέλοντεςδῶκαν, ἐπεὶ πρότερος τοῦδε λύθη βιότου.γῆρας ἐμὸν δήθυνεν ἐπὶ χθονί· ἀντὶ δὲ πατρὸςλᾶαν ἔχεις, τεκέων φίλτατε, Καισάριε.τίς νόμος; οἷα δίκη; θνητῶν ἄνα, πῶς τόδʼ ἔνευσας;ὦ μακροῦ βιότου, ὦ ταχέος θανάτου.οὐκ ἄγαμʼ, οὐκ ἄγαμαι δῶρον τόδε· τύμβον ἐδέξωμοῦνον ἀφʼ ἡμετέμων, Καισάριε, κτεάνων,γηραλέων τοκέων πικρὸν λίθον ὁ Φθόνος οὕτως