ἴστε τόδʼ, ὡς Βασίλειος ἐς οὐρανόν, ὡς ποθέεσκεν.,Γρηγόριος δʼ ἐπὶ γῆς χείλεσι δεσμὰ φέρων.Καισαρέων μέγʼ ἄεισμα, φαάντατε ὦ Βασίλειε,βροντὴ σεῖο λόγος, ἀστεροπὴ δὲ βίος·ἀλλὰ καὶ ὣς ἕδρην ἱερὴν λίπες· ἤθελεν οὕτωΧριστός, ὅπως μίξῃ σ’ ὡς τάχος οὐρανίοις.βένθεα πάντʼ ἐδάης τὰ πνεύματος, ὅσσα τʼ ἔασιτῆς χθονίης σοφίης· ἔμπνοον ἱρὸν ἔης.ὀκτάετες λαοῖο θεόφρονος ἡνία τείνας,τοῦτο μόνον τῶν σῶν, ὦ Βασίλειʼ, ὀλίγον.χαίροις, ὦ Βασίλειε, καὶ εἰ λίπες ἡμέας, ἔμπης·Γρηγορίου τόδε σοι γράμμʼ ἐπιτυμβίδιον,μῦθος ὅδʼ ὃν φιλέεσκες· ἔχοις χερός. ὦ Βασίλειε,τῆς φιλίης καὶ σοὶ δῶρον ἀπευκτότατον.Γρηγόριος, Βασίλειε, τεῇ κόνι τήνδʼ ἀνέθηκατῶν ἐπιγραμματίων, θεῖε, δυωδεκάδα.ἔνθʼ ἑκατονταέτης, ζωῆς βροτέης καθύπερθε,πνεύματι καὶ θώκῳ τεσσαρακονταέτης,μείλιχος, ἡδυεπής, λαμπρὸς Τριάδος ὑποφήτης,νήδυμον ὕπνον ἔχω, Γρηγορίοιο δέμας·ψυχὴ δὲ πτερόεσσα λάχεν Θεόν. ἀλλʼ ἱερῆεςἁζόμενοι κείνου καὶ τάφον ἀμφέπετε.ἔκ με πικρῆς ἐκάλεσσε Θεός μέγας ἀγριελαίης,ποίμνης δʼ ἡγεμόνα θῆκε τὸν οὐδʼ ὀίωνἔσχατον ἐκ πλευρῆς δὲ θεόφρονος ὄλβον ἔνειμενγῆρας δʼ ἐς λιπαρὸν ἱκόμεθʼ ἀμφότεροι,.ἱρὸς ἐμῶν τεκέων ἀγανώτατος· εἰ δὲ τελευτὴνἔτλην Γρηγόριος, οὐ μέγα· θνητὸς ἔην.εἴ τις ὄρους καθύπερθεν ἁγνῆς ὀπὸς ἔπλετο μύστηςΜωσῆς, καὶ μεγάλου Γρηγορίοιο νόος,ὅν ποτε τηλόθʼ ἐόντα χάρις μέγαν ἀρχιερῆαθήκατο νῦν δʼ ἱερῆς ἐγγὺς ἔχει Τριάδος.αὐτὸς νηὸν ἔρεψα Θεῷ, καὶ δῶχʼ ἱερῆαΓρηγόριον καθαρῇ λαμπόμενον Τριάδι,ἄγγελον ἀτρεκίης ἐριηχέα, ποιμένα λαῶν,ἠίθεον σοφίης ἀμφοτέρης πρύτανιν.τέκνον ἐμόν, τὰ μὲν ἄλλα πατρὸς καὶ φέρτερος εἴης,τὴν δʼ ἀγανοφροσύνην ἄξιος ʽοὔ τι πλέονεὔξασθαι θέμις ἐστἴ· καὶ ἐς βαθὺ γῆρας ἵκοιο,τοίου κηδεμόνος, ὦ μάκαρ, ἀντιάσας.