ἀσπάσιοι χθόνα τήνδε φίλαις ὑπὸ χείρεσι παιδὸςἑσσάμεθʼ εὐσεβέος Γρηγορίου τοκέες·ὃς καὶ γῆρας ἔθηκεν ἑοῖς μόχθοισιν ἐλαφρὸνἡμέτερον, καὶ νῦν ἀμφιέπει θυσίαις.ἄμπνεε γηροκόμων καμάτων, μέγα φέρτατε παίδωνΓρηγόριʼ, εὐαγέας Μάρτυσι παρθέμενοςσοὺς τοκέας· μισθὸς δὲ μέγαν Πατέρʼ ἵλαον εἶναι,πνευματικῶν τε τυχεῖν εὐσεβέων τεκέων.λᾶας ὁ μὲν γενέτην τε καὶ υἱέα κυδήενταςκεύθω Γρηγορίους, εἷς λίθος ἶσα φάη,ἀμφοτέρους ἱερῆας· ὁ δʼ εὐπατέρειαν ἐδέγμηνΝόνναν σὺν μεγάλῳ υἱέι Καισαρίῳ.τὼς ἐδάσαντο τάφους τε καὶ υἱέας· ἡ δὲ πορείη,πάντες ἄνω· ζωῆς εἷς πόθος οὐρανίης.πρῶτος Καισάριος ξυνὸν ἄχος· αὐτὰρ ἔπειταΓοργόνιον, μετέπειτα πατὴρ φίλος· οὐ μετὰ δηρὸνμήτηρ. ὦ λυπρὴ παλάμη καὶ γράμματα λυπρὴΓρηγορίου· γράψω καὶ ἐμὸν μόρον ὑστατίου περ.πρῶτα μὲν εὐξαμένῃ με Θεὸς πόρε μητρὶ φαεινῇ·δεύτερον, ἐκ μητρὸς δῶρον ἔδεκτο φίλοντὸ τρίτον αὖ, θνῄσκοντά μʼ ἁγνὴ ἐσάωσε τράπεζα·τέτρατον, ἀμφήκη μῦθον ἔδωκε Λόγος·πέμπτον, παρθενίη με φίλοις προσπτύξατʼ ὀνείροις·ἕκτον, Βασιλίῳ σύμπνοα ἱρὰ φέρονἕβδομον, ἐκ βυθίων με Φερέσβιος ἥρπασε κόλπωνὄγδοον εὗ νούσοις ἐξεκάθηρα χέρας·εἴνατον ὁπλοτέρῃ Τριάδʼ ἤγαγον, ὦ ἄνα, Ῥώμῃ·βέβλημαι δέκατον λάεσιν ἠδὲ φίλοις.Ἑλλὰς ἐμὴ, νεότης τε φίλη, καὶ ὅσσα πεπάσμην,καὶ δέμας, ὡς Χριστῷ εἴξατε προφρονέως.εἰ δʼ ἱερῆα φίλον με Θεῷ θέτο μητέρος εὐχὴκαὶ πατρὸς παλάμη, τίς φθόνος; ἀλλά, μάκαρ,σοῖς με, Χριστέ, χοροῖσι δέχου, καὶ κῦδος ὀπάζοιςυἱέι Γρηγορίου σῷ λάτρι Γρηγορίῳ.Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖταιτῆς ἱερῆς Τριάδος Γρηγόριος θεράπων,καὶ σοφίῃ Σοφίης δεδραγμένος, ἠίθεός τεοἶον πλοῦτον ἔχων ἐλπίδʼ ἐπουρανίην.τυτθὸν ἔτι ζώεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷδῶκας ἑκών, σὺν τοῖς καὶ πτερόεντα λόγον