ὦ καλοῦ βιότοιο καὶ εὐαγέος θανάτοιο.ἅρματι μὲν πυρόεντι πρὸς οὐρανὸν Ἠλίας ἦλθενΝόνναν δʼ εὐχομένην Πνεῦμʼ ὑπέδεκτο μέγα.ἐνθάδε Νόννα φίλη κοιμήσατο τὸν βαθὺν ὕπνον,ἵλαος ἑσπομένη ᾧ πόσι Γρηγορίῳ.τάρβος ὁμοῦ καὶ χάρμα· πρὸς οὐρανὸν ἔνθεν ἀέρθηεὐχῆς ἐκ μεσάτης Νόννα λιποῦσα βίον.εὐχῆς καὶ βιότου Νόννῃ τέλος· ἡ δὲ τράπεζαμάρτυς ἀφʼ ἧς ἤρθη ἄπνοος ἐξαπίνης.Νόννης ἠρίον εἰμὶ σαόφρονος, ἥ ῥα πύλῃσινἔχριμψʼ οὐρανίαις, πρὶν βιότοιο λυθῇ.δακρύετε θνητούς, θνητῶν γένος· εἰ δέ τις οὕτωςὡς Νόννʼ εὐχομένη κάτθανεν, οὐ δακρύω.Νόννης ἁζόμενος ἁγνὸν βίον, ἅζεο μᾶλλονκαὶ τέλος· ἐν νηῷ κάτθανεν εὐχομένη.ἔνθα ποτʼ εὐχομένη πρηνὴς θάνε Νόννα φαεινήνῦν δʼ ἄρʼ ἐν εὐσεβέων λίσσεται ἱσταμένη.στήλη σοι θανάτου μελιηδέος ἥδε τράπεζα,Νόννα, παρʼ ᾗ λύθης εὐχομένη πύματα.μικρὸν ἔτι ψυχῆς ἦν τὸ πνέον ἀλλʼ ἄρα καὶ τὸΝόννʼ ἀπέδωκε Θεῷ ἔνθα ποτʼ εὐχομένη.πέμψατε ἐκ νηοῦ θεοειδέα Νόνναν ἅπαντες,πρέσβειραν μεγάλην πέμψατʼ ἀειρομένην.ἔκ με Θεὸς καθαροῖο πρὸς οὐρανὸν ἥρπασε νηοῦΝόνναν, ἐπειγομένην οὐρανίοις πελάσαι.Νόννʼ ἀπανισταμένη νηοῦ μεγάλου τόδʼ ἔειπε·τῶν πολλῶν καμάτων μείζονα μισθὸν ἔχω.Νόννα φίλης εὐχῆς ἱερήιον ἐνθάδε κεῖται·Νόννα ποτʼ εὐχομένη τῇδʼ ἐλύθη βιότου.ἔνθα ποτʼ εὐχομένης ψυχὴ δέμας ἔλλιπε Νόννηςἔνθεν ἀνηέρθη Νόννα λιποῦσα δέμας.Εκ νηοῦ μεγάλοιο θύος μέγα Νόννʼ ἀπανέστη·νηῷ Νόννʼ ἐλύθη· χαίρετε, εὐσεβέες.ἥδε τράπεζα Θεῷ θεοειδέα Νόνναν ἔπεμψεν.εἴη σοι βίος ἐσθλὸς ἐπʼ εὐλογίῃσιν ἁπάσαιςὁσσάτιαι τοκέων υἱέσι γηροκόμοις·καὶ κούφης βιότοιο τυχεῖν ὁσίης τε τελευτῆς,οἵην ἡμετέρῳ γήραϊ δῶκεν ἄναξ,ἠιθέων λογίων τὸ μέγα κράτος, ἠδʼ ἱερήων,καὶ πολιῆς σκίπων, Γρηγόριʼ, ἡμετέρης.