ἔνθεν ἀναιμάκτοισιν ὁμοῦ θυέεσσιν ἀέρθηεἰσέτι λισσομένη σώματι Νόννα φίλη.οὐ νόσος, οὐδέ σε γῆρας ὁμοίιον, οὔ σὲ γʼ ἀνίη,καίπερ γηραλέην, μῆτερ ἐμή, δάμασενἀλλʼ ἄτρωτος, ἄκαμπτος ἁγνοῖς ὑπὸ ποσσὶ τραπέζης,εὐχομένη Χριστῷ, Νόννʼ, ἀπέδωκας ὄπα.δῶκε Θεῷ θυσίην Ἀβραὰμ πάιν, ὣς δὲ θύγατρακλεινὸς Ἰεφθάε, ἀμφότεροι μεγάληνμῆτερ ἐμή, σὺ δʼ ἔδωκας ἁγνὸν βίον, ὑστάτιον δὲψυχήν, εὐχωλῆς, Νόννα, φίλον σφάγιον.Σάρρα φίλη, πῶς τὸν σὸν Ἰσαὰκ λίπες, ἦ ποθέουσατῶν Ἀβραὰμ κόλπων ὡς τάχος ἀντιάσαι,Νόννα, Γρηγορίοιο θεόφρονος; ἦ μέγα θαῦμαμηδὲ θανεῖν νηῶν ἔκτοθι καὶ θυέων.Μάρτυρες, ἱλήκοιτε· μόγοις γε μὲν οὔτι χερείωνΝόννα φίλη, κρυπτῷ κἀμφαδίῳ πολέμῳ·τοὔνεκα καὶ τοίης κύρσεν βιότοιο τελευτῆς,εὐχῆς καὶ ζωῆς ἓν τέλος εὑραμένη.ἡ Τριὰς ἣν ποθέεσκες, ὁμὸν σέλας, ἕν τε σέβασμα,ἐκ νηοῦ μεγάλου σε πρὸς οὐρανὸν ἥρπασε, Νόννα,εὐχομένην ζωῆς δὲ τέλος καθαρώτερον εὗρες.οὔποτε χείλεα μίξας ἀνάγνοις χείλεσιν ἁγνά,οὐδʼ ἀθέῳ παλάμῃ καθαρὰν χέρα μέχρις ἐδωδῆς,μῆτερ ἐμή· μισθὸς δὲ λιπεῖν βίον ἐν θυέεσσιν.ἄγγελος αἰγλήεις σὲ φαάντατος ἥρπασε, Νόννα,ἔνθα ποτʼ εὐχομένην, καθαρὴν μελέεσσι νόῳ τε·καὶ τὸ μὲν ἥρπασε σεῖο, τὸ δʼ ἐνθάδε κάλλιπε νηῷ.νηὸς ὅδʼ ʽοὐ γὰρ ὅλην Νόνναν θέμις ἦεν ἐρύξαἰ,ψυχῆς οἰχομένης, μοῦνον ἐπέσχε δέμας,ὡς πάλιν ἐγρομένη καθαρώτερον ἔνθεν ἀερθῇ,σώματι τῷ μογερῷ δόξαν ἐφεσσομένη.ἄλλοις μὲν Νόννης τις ἁγνῶν ἐσθλοῖσιν ἐρίζοι,εὐχωλῆς δὲ μέτροισιν ἐριζέμεν οὐ θέμις ἐστὶντέκμαρ καὶ βιότοιο τέλος λιτῇσι λυθέντος.ὦ στοναχῶν δακρύων τε καὶ ἐννυχίων μελεδώνωνὦ Νόννης ζαθέης τετρυμένα γυῖα πόνοισιποῦ ποτʼ ἔην, νηὸς μόχθων λύσε γῆρας ἄκαμπτον.Νόννη Φιλτατίου. καὶ ποῦ θάνε; τῷδʼἐνὶ νηῷ.καὶ πῶς; Εὑχομένη. πηνίκα; Γηραλέη.