σοί, Νόννα ζαθέη, τοίην βιότοιο τελευτὴνὤπασαν, ἐν νηῷ ψῆφον ἑλεῖν θανάτου.μούνη σοὶ φωνὴ περιλείπετο, Νόννα φαεινή,πάνθʼ ἄμυδις ληνοῖς ἐνθεμένη μεγάλοις,ἐκ καθαρῆς κραδίης ἁγνὸν θύος· ἀλλʼ ἄρα καὶ τὴνὑστατίην νηῷ λεῖπες ἀειρομένη.οὐδὲ θάνεν νηοῖο θυώδεος ἔκτοθι Νόννα,φωνὴν δὲ προτέρην ἥρπασε Χριστὸς ἄναξλισσομένης· πόθεεν γὰρ ἐν εὐχωλῇσι τελέσσαιτόνδε βίον πάσης ἁγνότερον θυσίης.Νόννʼ ἱερή, σὺ δὲ πάντα Θεῷ βίον ἀντείνασαὑστάτιον ψυχὴν δῶκας ἁγνὴν θυσίηντῇδε γὰρ εὐχομένη ζωὴν λίπες· ἡ δὲ τράπεζα,μῆτερ ἐμή, τῷ σῷ δῶκε κλέος θανάτῳ.τῆσδε πατήρ μὲν ἐμὸς λάτρις μέγας ἦε τραπέζηςμήτηρ δʼ εὐχομένη πὰρ ποσὶ λῆξε βίου,Γρηγόριος Νόννα τε μεγακλέες· εὔχομʼ ἄνακτιτοῖαν ἐμοὶ ζωὴν καὶ τέλος ἀντιάσαι.“ πολλά, τράπεζα φίλη, Νόννης καὶ δάκρυʼ ἐδέξω·δέχνυσο καὶ ψυχήν, τὴν πυμάτην θυσίην.”εἶπε καὶ ἐκ μελέων κέαρ ἔπτατο· ἓν δʼ ἄρα μοῦνον,παῖδʼ ἐπόθει, τεκέων τὸν ἔτι λειπόμενον.ἔνθα ποτʼ εὐχομένης τόσσον νόος ἔπτατο Νόννης,μέσφʼ ὅτε καὶ ψυχὴ ἕσπετʼ ἀειρομένῳ·εὐχομένης δὲ νέκυς ἱερῇ παρέκειτο τραπέζῃ.γράψατʼ ἐπερχομένοις θαῦμα τόδʼ, εὐσεβέες.τίς θάνεν ὡς θάνε Νόννα, παρʼ εὐαγέεσσι τραπέζαις,τῶν ἱερῶν σανίδων χερσὶν ἐφαπτομένη;τίς λύσεν εὐχομένης Νόννης τύπον; ὡς ἐπὶ δηρὸνἤθελεν ἔνθα μένειν καὶ νέκυς εὐσεβέων.ἔνθα ποτʼ εὐχομένῃ Νόννῃ Θεὸς εἶπεν ἄνωθενἔρχεο· ἡ δʼ ἐλύθη σώματος ἀσπασίως,χειρῶν ἀμφοτέρων τῇ μὲν κατέχουσα τράπεζαν,τῇ δʼ ἔτι λισσομένη· ἵλαθι, Χριστὲ ἄναξ.ῥίζης εὐσεβέος γενόμην καὶ σὰρξ ἱερῆος,καὶ μήτηρ· Χριστῷ σῶμα, βίον, δάκρυα,πάντʼ ἐκένωσα φέρουσα· τὸ δʼ ἔσχατον, ἔνθεν ἀέρθηννηῷ γηραλέον Νόννα λιποῦσα δέμας.πίστις Ἐνὼχ μετέθηκε καὶ Ἠλίαν, ἐν δὲ γυναιξὶμητέρʼ ἐμὴν πρώτην οἶδε τράπεζα τόδε,