δάκρυσιν, εὐχωλαῖς, χερσὶ πενητοκόμοις·Νόννα δʼ ἐν πάντεσσιν ἀοίδιμος· εἰ δὲ τελευτὴντοῦτο θέμις καλέειν, κάτθανεν εὐχομένη.τέκνον ἐμῆς θηλῆς, ἱερὸν θάλος, ὡς ἐπόθησα,οἴχομαι εἰς ζωήν, Γρηγόριʼ, οὐρανίηνκαὶ γὰρ πόλλʼ ἐμόγησας ἐμὸν κομέων πατέρος τεγῆρας, ἃ καὶ Χριστοῦ βίβλος ἔχει μεγάλη·ἀλλά, φίλος, τοκέεσσιν ἐφέσπεο, καί σε τάχισταδεξόμεθʼ ἡμετέροις φάεσι προφρονέως.ψυχὴ μὲν πτερόεσσα πρὸς οὐρανὸν ἤλυθε Νόννης,σῶμα δʼ ἄρʼ ἐκ νηοῦ Μάρτυσι παρθέμεθα.Μάρτυρες, ἀλλʼ ὑπόδεχθε θύος μέγα, τὴν πολύμοχθονσάρκα καὶ ὑμετέροις αἵμασιν ἑσπομένην,αἵμασιν ὑμετέροισιν, ἐπεὶ ψυχῶν ὀλετῆροςδηναιοῖσι πόνοις κάρτος ἔπαυσε μέγα.οὐ μόσχων θυσίην σκιοειδέα, οὐδὲ χιμάρρων,οὐδὲ πρωτοτόκων Νόννʼ ἀνέθηκε Θεῷ·ταῦτα νόμος προτέροισιν, ὅτʼ εἰκόνες· ἡ δʼ ἄρʼ ἑαυτὴνδῶκεν ὅλην βιότῳ, μάνθανε, καὶ θανάτῳ.εὐχομένη βοόωσα παρʼ ἁγνοτάτῃσι τραπέζαιςΝόννα λύθη, φωνὴ δʼ ἐδέθη καὶ χείλεα καλὰγηραλέης. τί τὸ θαῦμα; θεὸς θέλεν ὑμνήτειρανγλῶσσαν ἐπʼ εὐφήμοισι λόγοις κληῖδα βαλέσθαι·καὶ νῦν οὐρανόθεν μέγʼ ἐπεύχεται ἡμερίοισιν.εὐχωλαῖς καὶ πόντον ἐκοίμισε Νόννα θεουδὴςοἷς τεκέεσσι φίλοισι, καὶ ἐκ περάτων συνάγειρενἀντολίης δύσιός τε, μέγα κλέος, οὐ δοκέοντας,μητρὸς ἔρως· νοῦσόν τε πικρὴν ἀποέργαθεν ἀνδρός·λισσομένη, τὸ δὲ θαῦμα, λίπεν βίον ἔνδοθι νηοῦ.πολλάκις ἔκ με νόσων τε καὶ ἀργαλέων ὀρυμαγδῶν,σεισμῶν τε κρυερῶν, καὶ ἄγρια κυμαίνοντοςοἴδματος ἐξεσάωσας, ἐπεὶ Θεὸν ἵλαον εἶχες·ἀλλὰ σάω καὶ νῦν με, πάτερ, μεγάλῃσι λιτῇσι,καὶ σύ, τεκοῦσα, μάκαιρα ἐν εὐχωλῇσι θανοῦσα.Νόνναν ἐπουρανίοισιν ἀγαλλομένην φαέεσσι,καὶ ῥίζης ἱερῆς πτόρθον ἀειθαλέα,Γρηγορίου ἱερῆος ὁμόζυγα, καὶ πραπίδεσσινεὐαγέων τεκέων μητέρα, τύμβος ἔχω.εὐχαί τε στοναχαί τε φίλαι καὶ νύκτες ἄυπνοι,καὶ νηοῖο πέδον δάκρυσι δευόμενον,