πῶς ἐλύθη Νόννης καλὰ γούνατα; πῶς δὲ μέμυκενχείλεα; πῶς ὄσσων οὐ προχέει λιβάδας;ἄλλοι δʼ αὖ βοόωσι παρʼ ἠρίον ἡ δὲ τράπεζαοὐκέτʼ ἔχει καρποὺς τῆς μεγάλης παλάμης·χῶρος δʼ ἐστὶν ἔρημος ἁγνοῦ ποδός, οἱ δʼ ἱερῆεςοὐκέτʼ ἐπὶ τρομερὴν κρατὶ βαλοῦσι χέρα.χῆραι δʼ ὀρφανικοί τε, τί ῥέξετε; παρθενίη δὲκαὶ γάμος εὐζυγέων, κέρσατʼ ἄπο πλοκάμους,τοῖσιν ἀγαλλομένη κρατὸς φέρε πάντα χαμᾶζε,τῆμος ὅτʼ ἐν νηῷ ῥικνὸν ἀφῆκε δέμας,Σάρρα σοφὴ τίουσα φίλον πόσιν ἀλλὰ σύ, μῆτερ,πρῶτα Χριστιανόν, εἶθʼ ἱερῆα μέγαν,σὸν πόσιν ἐσθλὸν ἔθηκας ἀπόπροθι φωτὸς ἐόντα.Ἄννα, σὺ δʼ υἷα φίλον καὶ τέκες εὐξαμένη,καὶ νηῷ μιν ἔδωκας ἁγνὸν θεράποντα Σαμουήλἡ δʼ ἑτέρη κόλποις Χριστὸν ἔδεκτο μέγανΝόννα δʼ ἀμφοτέρων ἔλαχε κλέος· ὑστάτιον δὲνηῷ λισσομένη πάρθετο σῶμα φίλον.Ἐμπεδόκλεις, σὲ μὲν αὐτίκʼ ἐτώσια φυσιόωντακαὶ βροτὸν Αἰτναίοιο πυρὸς κρητῆρες ἔδειξανΝόννα δʼ οὐ κρητῆρας ἐσήλατο, πρὸς δὲ τραπέζῃτῇδέ ποτʼ εὐχομένη καθαρὸν θύος ἔνθεν ἀέρθη,καὶ νῦν θηλυτέρῃσι μεταπρέπει εὐσεβέεσσι,Σουσάννῃ, Μαριάμ τε καὶ Ἄνναις, ἕρμα γυναικῶν.Ἥρακλες, Ἐμπεδότιμε, Τροφώνιε, εἴξατε μύθων,καὶ σὺ γʼ Ἀρισταίου κενεαυχέος ὀφρὺς ἄπιστε·ὑμεῖς μὲν θνητοὶ καὶ οὐ μάκαρες παθέεσσι·θυμῷ δʼ ἄρρενι Νόννα βίου τμήξασα κέλευθον,χριστοφόρος, σταυροῖο λάτρις, κόσμοιο περίφρων,ἥλατʼ ἐπουρανίην εἰς ἄντυγα ὡς ποθέεσκεν,τρίσμακαρ ἐν νηῷ σῶμʼ ἀποδυσαμένη.Γρηγόριον βοόωσα παρʼ ἀνθοκόμοισιν ἀλωαῖςἤντεο, μῆτερ ἐμή, ξείνης ἄπο νισσομένοισι,χεῖρας δʼ ἀμπετάσασα φίλας τεκέεσσι φίλοισι,Γρηγόριον βοόωσα· τὸ δʼ ἔζεεν αἷμα τεκούσηςἀμφοτέροις ἐπὶ παισί, μάλιστα δὲ θρέμματι θηλῆς·τοὔνεκα καὶ σὲ τόσοις ἐπιγράμμασι, μῆτερ, ἔτισα.ἄλλη μὲν κλεινή τις ἐνοικιδίοισι πόνοισιν,ἄλλη δʼ ἐκ χαρίτων ἠδὲ σαοφροσύνης,ἄλλη δʼ εὐσεβίης ἔργοις καὶ σαρκὸς ἀνίαις,