ἴσθι καθυβρίζων νεκρὸν ἀσυλότατον.κἂν στῇς πυθμένος ἄχρις ἐμοὺς κευθμῶνας ὀρύσσων,μόχθος σοὶ τὸ πέρας ὀστέα μοῦνον ἔχει.τέμνετε, τέμνετε ὧδε· πολύχρυσος γὰρ ὁ τύμβοςτοῖς ποθέουσι λίθους· τἆλλα δὲ πάντα κόνις.γαῖα φίλη, μὴ σοῖσι θανόνθʼ ὑποδέχνυσο κόλποιςτὸν τυμβωρυχίης κέρδεσι τερπόμενον.ὑβριστὴς ἐπʼ ἔμʼ ἦλθε τὸν οὐ ζώοντα σίδηρος·καὶ χρυσὸν ποθέων εὗρε πένητα νέκυν.