ἄλλος τύμβον ἔγειρε, σὺ δʼ ὤλεσας· ἄλλος ἐγείροισὸν τάφον, εἴγε θέμις· ἄλλος ἔραζε βάλοι.ἤδη καὶ νεκύεσσιν ἐπέχραον οἱ φιλόχρυσοι·φεύγετε ἐκ τύμβων, εἰ σθένος, οἱ φθίμενοι.τίπτε μʼἀνοχλίζεις; νεκύων ἀμενηνὰ κάρηναμοῦνα φέρω· τύμβων ὀστέα πλοῦτος ἅπας.δαίμονας, οἵ με ἔχουσιν, ἀλεύεο· οὔτι γὰρ ἄλλοτύμβος ἔχω· τύμβων ὀστέα πλοῦτος ἅπας.εἰ χρυσοῦ δόμος ἦεν ὅλος τάφος, ὦ φιλόχρυσε,οὔποτʼ ἔδει τοίην χεῖρα φέρειν φθιμένοις.λήθη καὶ σιγὴ νεκύων γέρας· ὃς δʼ ἀλάπαξεν,οὗτος ἐμὸν πολλοῖς θῆκεν ἄεισμα τάφον.πάντʼ ἔχετε ζώοντες· ἐμοὶ δʼ ὀλίγοι τε φίλοι τελᾶες τῷ φθιμένῳ· φείδεο τοῦ νέκυος.οὐ χρυσοῦ δόμος εἰμί· τί τέμνομαι; αὐτὸς ἔγωγετύμβος, ὃν ὀχλίζεις· πλοῦτος ἐμοῦ νέκυες.τύμβος ἐγὼ κλέος ἦα περικτιόνων ἀνθρώπωννῦν δʼ εἰμὶ στήλη χειρὸς ἀλιτροτάτης.εἰ λίην φιλόχρυσον ἔχεις κέαρ, ἄλλον ὀρύσσεινχρυσὸν ἐμοὶ δʼ οὐδὲν πλὴν φθιμένων κτερέων.μὴ δείξῃς μερόπεσσι γυμνὸν νέκυν, ἤ σε γυμνώσειἄλλος· ὁ δὲ χρυσὸς πολλάκις ἐστὶν ὄναρ.οὐχ ἅλις ἦε βροτοῖσι βροτοὺς ἐπὶ χεῖρας ἰάλλειν,ἀλλὰ καὶ ἐκ νεκύων σπεύδετε χρυσὸν ἔχειν;ὑμετέροις τύμβοισιν ἀρήξατε, οἱ τόδʼ ὁρῶντεςσῆμα δαϊχθὲν ὅσον. λεύσατε τυμβολέτην.τίς με τὸν ἐξ αἰῶνος ἀκινήτοισι λίθοισικευθόμενον θνητοῖς δεῖξε πένητα νέκυν;τίπτε τάφον διέκερσας ἐμόν, τάλαν ; ὣς διακέρσαισοί γε Θεὸς βιοτήν, ὦ φιλόχρυσον ἄγος.μῦθος Τάρταρος ἦεν, ἐπεὶ τάφον οὐκ ἂν ἔῳξενοὗτος ἀνήρ οἴμοι, ὡς βραδύπους σύ, Δίκη.ὡς βραδύπους σύ, Δίκη, καὶ Τάρταρος οὐκέτι δεινός·οὐ γὰρ ἂν οὗτος ἀνὴρ τόνδʼ ἀνέῳξε τάφον.ὤμοσα τοὺς φθιμένους, καὶ ὤμοσα Τάρταρον αὐτὸν,μήποτε τυμβολέταις εὐμενὲς ὄμμα φέρειν.οὔρεα καὶ πρῶνες τὸν ἐμὸν τάφον ὥς τινʼ ἑταῖρονκλαύσατε· πᾶς δὲ πέσοι τῷ σφε τεμόντι λίθος.πλούσιός εἰμι πένης· τύμβῳ πολύς, ἔνδον ἄχρυσος·