ἤλυθεν εἰς Ἀίδην τις· ὁ δʼἔπτατο· ἄλλος ὄλεσσεθῆρας· ὁ δὲ πλεκτὸν υἱέϊ τεῦξε δόμοντούτων οὗτος ἀνήρ οὐ δεύτερον ἔργον ἔρεξεν,τόνδε τάφον ῥήξας χείρεσιν οὐχ ὁσίαις.εἰ τόσον ἔργον ἔγειρας ὀλωλότι, οὐ μέγα θαῦμα·εἰ δὲ τόσον διέπερσας, ἀοίδιμος ἐσσομένοισινκαὶ σέ τις ἐν μεγάλοισιν ἀριθμήσει κακοεργοῖς,τύμβον ἀναρρήξανθʼ, ὃν καὶ τρομέουσι φονῆες.χρυσὸς μὲν Ῥοδίοισιν ἐπέκλυσε· σοὶ δʼ ἀπὸ τύμβωνχρυσὸν φέρει σίδηρος, ὃς κακὸν φέρει·ὄρυσσ’ ὄρυσσε πάντας· ἦ τάχʼἂν σέ τιςτύμβος κʼ ἐξολέσειε πεσών, νεκύεσσι δʼ ἀρήγοι.τύμβος ἔην νῦν δʼεἰμὶ λίθων χύσις, οὐκέτι τύμβος.ταῦτα φιλοχρύσοις εὔαδε· ποῖα δίκη.αἰαῖ καὶ τέφρη γενόμην, καὶ χεῖρας ἀλιτρῶνοὐκ ἔφυγον χρυσοῦ τίπτε χερειότερον;ἅζομαι ἀνδρομέης γενεῆς ὕπερ, εἴ σε τις ἔτλη,τύμβε, χαμαὶ βαλέειν οὐχ ὁσίαις παλάμαις.τύμβος ἐγώ, σκοπιή τις ἀπʼ οὔρεος· ἀλλά με χεῖρεςθῆκαν ἴσον δαπέδῳ· τίς τάδʼ ἄνωξε νόμος;οὗτος ἐμὸς δόμος ἦεν ὀλωλότος· ἀλλὰ σίδηροςἦλθʼ ἐπʼ ἐμῷ τύμβῳ· σὸν δόμον ἄλλος ἔχοι.τὴν σκαπάνην ἐπʼ ἄρουραν, ἐμῷ δʼ ἐπὶ σήματι βάλλεινδάκρυα, μὴ παλάμας· ἥδε δίκη φθιμένων.τὴν σκαπάνην ἐπʼἄρουραν ἐμοῦ δʼ ἀποχάζεο τύμβου,χάζεο· οὐδὲν ἔχω πλὴν ζακότων νεκύων.εἴ σ’, ἄπληστε, τάφων δηλήμονα τοῖον ἐώλπειν,πάσσαλος ἂν τῇδε καὶ τροχὸς ἐκρέματο.τίπτε μʼ ἀνοχλίζεις κενεὸν τάφον; ὀστέα μοῦνακεύθω καὶ σποδιὴν τοῖσιν ἐπερχομένοις.τύμβος ἐγώ, τύμβων πανυπέρτατος· ἀλλʼ ἐμὲ ᾦξεν,ὥς τινα τῶν πολλῶν, ἀνδροφόνος παλάμη·ἀνδροφόνος παλάμη με διώλεσε· λήξατε τύμβων,θνητοί, καὶ κτερέων. δεῦτʼ ἐπὶ νεκρά, κύνες·δεῦτʼ ἐπὶ νεκρά, κύνες. χρυσοῦ διφήτορες ἄνδρεςἤδη καὶ νεκύων χρυσολογοῦσι κόνιν.