καὶ τοῦτόν τις ἀλιτρὸς ἑαῖς παλάμαις ὀλέσειεν,ἐκ δʼ ὀλέσας τύμβου τῆλε βάλοι πατέρων.τίς τὸν ἐμὸν διέπερσε φίλον τάφον, οὔρεος ἄκρηςτῆσδʼ ἀναειρόμενον ἡλίκον ὁσσατίης;χρυσὸς ἔθηξε μάχαιραν ἐπʼ ἀνδράσι· χρυσὸς ἄπληστονκύμασι χειμερίοις ὤλεσε ναυσιβάτηνκἀμὲ χρυσὸς ἔπερσε μέγαν περικαλλέα τύμβονἐλπισθείς· χρυσοῦ δεύτερα πάντʼ ἀδίκοις.πολλάκι ναυηγοῖο δέμας κατέχωσεν ὁδίτηςκύμασι πλαζόμενον, πολλάκι θηρολέτου·ἤδη καὶ πολέμῳ τις ὃν ὤλεσεν ἀλλʼ ἐμὲ γείτωνχωσθέντʼ ἀλλοτρίαις χερσὶν ἔπερσε τάφον.ὦ χρυσοῦ δολίοιο, πόσον κακὸν ἔπλεο θνητοῖς·ζῶσιν καὶ φθιμένοις χεῖρα φέρεις ἀδικῶνοἷς γὰρ ἐμὸν τύμβον τε καὶ ὀστέα δῶκα φυλάσσειν,τῶνδʼ ὑπὸ ταῖς μιαραῖς ἐξολόμην παλάμαις.πάντʼ ἔθανεν νεκύεσσι. τί παίζομεν; οὔτις ἔτʼ αἰδὼςἐκ ζώντων φθιμένοις· δέρκεο τόνδε τάφον,ὃν γʼ ἐλπὶς χρυσοῖο διώλεσε, τόσσον ἐόνταθαῦμα παρερχομένοις, θαῦμα περικτίοσιν.λίσσομαι· ἤν γε θάνω, ποταμῷ δέμας ἠὲ κύνεσσινῥίψατε, ἠὲ πυρὶ δάψατε παντοφάγῳ·λώιον ἢ παλάμῃσι φιλοχρύσοισιν ὀλέσθαι.δείδια, τόνδε τάφον τοῖα παθόνθʼ ὁρόων.δήποτε Κῦρος ἄναξ βασιλήιον ὡς ἀνέῳξεντύμβον ἐπὶ χρυσῷ, γράμμα τόδʼ εὗρε μόνονοἴγειν ἀπλήστοιο τάφους χερός. ὣς δὲ σὺ τόσσονσῆμα τόδʼ οὐχ ὁσίαις οἶξας, ἄνερ, παλάμαις.ὃς κακὸς οὐ φθιμένοισι, τάχʼ ἂν φθιμένοισιν ἀρήγοιὃς δʼ οὐδὲ φθιμένοις, οὔποτʼ ἂν οὐ φθιμένοις.ὣς δὲ σὺ τοῖς φθιμένοισιν ἐπεὶ τάφον ἐξαλάπαξας,οὔποτʼ ἂν οὐ φθιμένοις χεῖρα φέροις ὁσίην.Μαρτύρομʼ· οὐδὲν ἔχω· πτωχὸς νέκυς ἐνθάδε κεῖμαι·μή με τεαῖς ἀτίσῃς τυμβοφόνοις παλάμαις·οὐδὲ γὰρ οὗτος ἔχεν;χρυσὸν τάφος, ἀλλʼ ἐδαΐχθη·πάντα φιλοχρύσοις ἔμβατα· φεῦγε Δίκη.οἱ τύμβοι φθιμένοισιν ἀρήξατε εἶπον ἅπαντες,ἡνίχʼ ὁ λυσσήεις τόνδʼ ἐτίνασσε τάφον.οἱ νέκυες τύμβοισι· “ῥέξομεν; αὖθις ἀέρθηὡς ἐπὶ βουκτασίᾐ γαῖαν ἀφεῖσα Δίκη.”