φησὶ Δίκη· “τίς πίστις, ὅτʼ ὤλεσας ὃν λαγόνεσσισῇσιν ἔδωκα, νέκυν, γαῖα φίλη, φθίμενον;”“ οὐ γαίη μʼ ἐτίναξεν ἀτάσθαλος ὤλεσεν ἀνήρ,καὶ φιλοκερδείης εἵνεκα. τοῦτον ἔχε.”πρόσθε τάδʼ ἦεν ἄσυλα· θεός, νέκυς. ἀλλὰ Θεὸς μὲνἵλαος· εἰ δὲ νέκυς, ὄψεθʼ ὁ τυμβολέτης.ἦ ῥά σε δινήσουσιν Ἐρινύες· αὐτὰρ ἔγωγεκλαύσομʼ ἀποφθιμένους, κλαύσομʼ ἄγος παλάμης.Λήξατε, τυμβοχόοι, ναὶ λήξατε βένθεσι γαίηςκεύθειν τοὺς φθιμένους· εἴξατε τυμβολέταις.νεκρῶν καὶ τάδε γʼ ἐστὶ σοφίσματα, ὡς φιλόχρυσονεὕρωσιν παλάμην, σήματα τοῖα χέειν.τίς σ’ ἀνέηκεν, ἄπληστε, τόσον κακὸν ἀντὶ τόσοιοκέρδεος ἀλλάξαι, μηδὲ παρεσταότος;στῆλαι καὶ τύμβοι, μέγα χαίρετε, σήματα νεκρῶνοὐκέτι κηρύξω μνήμασι τοὺς φθιμένους,ἡνίκα τὸν περίφαντον ἐμὸν τάφον ὤλεσε γείτων.γαῖα φίλη, σὺ δέ μοι δέχνυσο τοὺς φθιμένους.στῆλαι, καὶ πλακόεντες ἐν οὔρεσιν, ἔργα Γιγάντων,τύμβοι, καὶ φθιμένων ἄφθιτε μνημοσύνη,σεισμὸς πάντα βράσειεν, ἐμοῖς νεκύεσσιν ἀρήγων,οἷς ἔπι χεὶρ ὀλοὴ ἦλθε σιδηροφόρος.ἡνίκα τὸν περίβωτον ἐπʼ οὔρεος, ἄγριε Τιτάν,τύμβον ἀνερρήξω, πῶς ἔσιδες νέκυας,ὡς δʼ ἔσιδες, πῶς χεῖρες ἐπʼ ὀστέα; ἦ τάχα κέν σετῇ σχέθον, εἰ θέμις ἦν τοῖσδʼ ἕνα τύμβον ἔχειν.σήματα, καὶ σποδιή, καὶ ὀστέα, οἵ τε πάρεδροιδαίμονες, οἵ φθιμένου ναίετε τόνδε λόφον,τόνδʼ ἀλιτρὸν τίννυσθε, ὃς ὑμέας ἐξαλάπαξεν.τῶν δὲ περικτιόνων δάκρυον ὕμμιν ὅσον.Τύμβοι, καὶ σκοπιαί, καὶ οὔρεα, καὶ παροδῖται,κλαύσατε τύμβον ἐμόν, κλαύσατε τυμβολέτηνἠχὼ δʼ ἐκ σκοπέλων Πυματηγόρος ἀντιαχείτωτῶνδε περικτιόνων κλαύσατε τυμβολέτην.κτείνετε, ληίζεσθε, κακοὶ κακοκερδέες ἄνδρες·οὔτις ἐπισχήσει τὴν φιλοχρημοσύνην.εἰ τάδʼ ἔτλης, κακοεργέ, κακόφρονος εἵνεκα χρυσοῦ,πᾶσι τεὴν ἐπέχειν ἁρπαλέην παλάμην.οὗτος ἔπερσεν ἐμὸν φίλιον τάφον ἐλπίδι κούφῃ,ὃν μοῦνον κτεάνων ἔνθεν ἀπῆλθον ἔχων