εἰ μὴ χρυσὸν ἔχειν ἤλπετο ἐκ νεκύων.τίς τίνος; οὐκ ἐρέει στήλη· πρὸ γὰρ ὤλετο τύμβου.τίς χρόνος; ἀρχαίης σῆμα τόδʼ ἐργασίης.τίς δὲ σ’ ἐνήρατο; εἰπέ φόνος τόδε. χεῖρες ἀλιτραὶγείτονος. ὡς τί λάβῃ; χρυσόν. ἔχοι σκοτίην.ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, ἴσθι με ταῦτατοῦ νεοκληρονόμου χερσὶ παθόντʼ ἀδίκως·οὐ γὰρ ἔχον χρυσόν τε καὶ ἄργυρον, ἀλλʼ ἐδοκήθην,κάλλεϊ μαρμαίρων τοσσατίων λαγόνων.στῆθι πέλας, καὶ κλαῦσον ἰδὼν τόδε σῆμα θανόντος,εἴποτʼ ἔην, νῦν αὖτε τάφον δηλήμονος ἀνδρός·σῆμα πέλω μὴ τύμβον ἐγείρειε βροτὸς ἄλλος.τί πλέον, εἰ παλάμαισι φιλοχρύσοισιν ὀλεῖται;αἰὼν καὶ κληῖδες ἀμειδήτου θανάτοιο,καὶ λήθη, σκοτίης βένθεα, καὶ νέκυες,πῶς ἔτλη τύμβον τις ἐμὸν ἔπι χεῖρας ἐνεγκεῖν;πῶς ἔτλη; φθιμένων κήδεται οὐδʼ ὁσίη;τέτρωμαι πληγῇσιν ἀεικελίῃσιν ὁ τύμβοςτέτρωμʼ, ὥς τις ἀνὴρ ἐν δαῒ λευγαλέῃ.ταῦτα φίλα θνητοῖσι; τὸ δʼ αἴτιον ὡς ἀθέμιστοντὸν νέκυν οἶον ἔχων, χρυσὸν ἀποξέομαι,πρός σε Θεοῦ ξενίου λιτάζομαι, ὅστις ἀμείβειςτύμβον ἐμόν, φράζειν τοῖα πάθοις ὁ δράσας.οὐκ οἶδʼ ὅντινα τύμβος ἔχει νέκυν ἀλλʼ ἐρέω γεδάκρυʼ ἐπισπένδων τοῖα πάθοις ὁ δράσας.πάντα λιπών, γαίης τε μυχοὺς καὶ πείρατα πόντου,ἦλθες ἔχειν ποθέων χρυσὸν ἐμοῦ νέκυος.νεκρὸν ἔχω καὶ μῆνιν ὀλωλότος· ἤν τις ἐπέλθῃ,ταῦτʼ εἰ λείζῃ, δώσομεν ἀσπασίως.εἴ σοι χρυσὸν ἔδωκα μόνῳ μόνος,, οὐκ ἐφύλασσεςτοῦθʼ ὅπερ εἰλήφεις; ἢ κακὸς ἦσθʼ ἂν ἄγαν.εἰ δὲ τάφον σκάπτεις, τὴν αἰδέσιμον παραθήκην,καὶ τόδʼ ἐπὶ χρυσῷ, ἄξιος, εἰπέ, τίνος;τοὺς ζῶντας κατόρυσσε· τί γὰρ νεκροὺς κατορύσσεις;ἄξιοί εἰσι τάφων, οἳ σὲ ζῆν εἴασαν οὕτω,τὸν τῶν οἰχομένων ὑβριστὴν καὶ φιλόχρυσον.καὶ σύ, τάλαν, παλάμῃσι τεαῖς ἢ μύστιν ἐδωδὴνδέξῃ θαρσαλέως, ἢ Θεὸν ἀγκαλέσειςχείρεσιν αἷς διόρυξας ἐμὸν τάφον; ἦ ῥα δίκαιοιοὐδὲν ἔχουσι πλέον, εἰ σὺ τάλαντα φύγοις.