κῆποι, πυραμίδες, νηός, ἄγαλμα, τάφος·ὄγδοον ἔσκον ἔγωγε πελώριος ἐνθάδε τύμβος,ὑψιπαγής, σκοπέλων τῶνδʼ ἀποτῆλε θέωνπρῶτος δʼ ἐν φθιμένοισιν ἀοίδιμος, ἔργον ἄπληστοντῆς σῆς, ἀνδροφόνε, μαινομένης παλάμης.ἦν ὅτε ἦν ἀτίνακτος ἐγὼ τάφος οὔρεος ἄκρηνπουλὺς ὑπερτέλλων τηλεφανὴς σκόπελος·νῦν δέ με θὴρ ἐτίναξεν ἐφέστιος εἵνεκα χρυσοῦ·ὧδε δʼ ἐτινάχθην γείτονος ἐν παλάμαις.τὸν τύμβοιο τόσου ληίστορα, ὃν πέρι πάντῃλάων τετραπέδων ἀμφιθέει στέφανος,ἄξιον αὐτίκʼ ἔην, αὐτῷ ἐνὶ σήματι θένταςαὖθις ἐπικλεῖσαι χάσματα δυσσεβέι.ἔργον ἀλιτρὸν ὄπωπα, κεχηνότα τύμβον, ὁδεύωνχρυσοῦ ταῦτα πέλει ἔργματα τοῦ δολίου·εἰ μὲν χρυσὸν ἔχεις, εὗρες κακὸν εἰ δʼ ἄρα κεινὸςἔνθεν ἔβης, κενεὴν μήσαο δυσσεβίην.ὁσσάτιον παράμειψα βροτῶν βίον οὐδʼ ἄρʼ ἔμελλονἐκφυγέειν παλάμας γείτονος οὐλομένας,ὅς με καὶ αἰπὺν ἐόντα χαμαὶ βάλε νηλέι θυμῷ,οὔτε Θεὸν δείσας, οὐθʼ ὁσίην φθιμένων.τὸν τύμβων κακοεργὸν ἀλάστορα φεύγετε πάντες·ἠνίδʼ ὅσην σκοπιὴν ῥήξατο ῥηιδίως·οὐ μὲν ῥηιδίως ἐρρήξατο· ἀλλʼ ἀποτῆλεχάζεσθε· φθιμένους ὧδʼ ἂν ἀρεσσάμεθα.αἰαῖ ὥς τι κακὸν προτιόσσομαι ἐγγύθεν ἤδητοῖσί τε τυμβορύχοις, τοῖς τε περικτιόσιν,σήματος ὑψιθέοντος ὀλωλότος· ἀλλὰ τὸν ἐχθρὸνοἶδε δίκη· δακρύειν δʼ ἡμέτερον φθιμένους.Μαυσώλου τάφος ἐστὶ πελώριος, ἀλλὰ Κάρεσσιτίμιος· οὔτις ἐκεῖ τυμβολέτις παλάμη·Καππαδόκεσσιν ἔγωγε μέγʼ ἔξοχος, ἀλλὰ δέδορκαςοἷα πάθον στήλῃ γράψατε νεκροφόνον.τοῖχος ἐνὶ προπόδεσσι καὶ ὄρθιος· ἔνθεν ἔπειταὕπτιος, ἐκ λαγόνων εἰς ἓν ἀγειρομένωντύμβος ἔην, καθύπερθε λόφου λόφος· ἀλλὰ τί ταῦταοὐδὲν χρυσοφίλαις οἳ μʼ ἐτίναξαν ὅλον.νεκρῶν νεκρὰ πέλοι καὶ μνήματα· ὃς δʼ ἀνεγείρειτύμβον ἀριπρεπέα τῇ κόνι, τοῖα πάθοι·οὐ γὰρ ἂν οὗτος ἀνήρ τὸν ἐμὸν τάφον ἐξαλάπαξεν,