οὐκ ὄις, εἶτʼ ὀίων προφερέστατος1· αὐτὰρ ἔπειταποιμήν, εἶτα πατήρ, καὶ νομέων νομέας,θνητοὺς ἀθάνατόν τε Θεὸν μέγαν εἰς ἓν ἀγείρων,κεῖμαι Γρηγόριος Γρηγορίου γενέτης.ὄλβιος, εὐγήρως, εὔπαις θάνον, ἀρχιερῆοςἀρχιερεύς τε πατήρ, Γρηγόριος· τί πλέον;οὔτι μὲν ἐς πολύκαρπον ἀλωὴν ὄρθριος ἦλθον,ἔμπα δὲ τῶν προτέρων πλείονα μισθὸν ἔχωΓρηγόριος, ποιμήν τε καλὸς καὶ πλείονα ποίμνηνΧριστῷ ἀναθρέψας ἤθεσι μειλιχίοις.οὐχ ὁσίης ῥίζης μὲν ἐγὼ θάλος, εὐαγέος δὲσυζυγίης κεφαλὴ καὶ τεκέων τριάδος·ποίμνης ἡγεμόνευσα ὁμόφρονος· ἔνθεν ἀπῆλθονπλήρης καὶ χθονίων κοὐρανίων ἐτέων.Γρηγόριος, τὸ δὲ θαῦμα, χάριν καὶ πνεύματος αἴγληνἔνθεν ἀειρόμενος ῥῖψʼ ἐπὶ παιδὶ φίλῳ.τυτθὴ μάργαρός ἐστιν, ἀτὰρ λιθάκεσσιν ἀνάσσει,τυτθὴ καὶ Βηθλέμ, ἔμπα δὲ χριστοφόρος·ὣς δʼ ὀλίγην μὲν ἐγὼ ποίμνην λάχον, ἀλλὰ φερίστηνΓρηγόριος, τὴν σύ, παῖ φίλε, λίσσομʼ, ἄγοις.Ποιμενίην σύριγγα τεαῖς ἐν χερσὶν ἔθηκαΓρηγόριος· σὺ δέ μοι τέκνον ἐπισταμένωςσημαίνειν ζωῆς δὲ θύρας πετάσειας ἅπασιν,ἐς δὲ τάφον πατέρος ὥριος ἀντιάσαις.Στράψε μὲν οἷς τὸ πάροιθεν ἐν οὔρεϊ Χριστὸς ἀμείφθη,στράψε δὲ Γρηγορίου τοῦ καθαροῖο νόῳ, ,τῆμος ὅτʼ εἰδώλων ἔφυγε ζόφον ὡς δʼ ἐκαθάρθη,ᾗσι θυηπολίαις λαὸν ὃν εἰσέτʼ ἄγει.παντός σοι μύθοιο καὶ ἔργματος ἦεν ἄριστονἦμαρ κυριακόν. πένθεϊ πένθος ἅπαν,μῆτερ ἐμή, τίουσα, μόναις ὑπόεικες ἑορταῖς.εὐφροσύνης, ἀχέων ἵστορα νηὸν ἔχεις·χῶρος ἅπας δάκρυσι τεοῖς σφρηγίζετο, μῆτερμούνῳ δὲ σταυρῷ πήγνυτο καὶ δάκρυα.οὔποτε σεῖο τράπεζα, θυηδόχος ἔδρακε νῶτα,οὐδὲ διὰ στομάτων ἦλθε βέβηλον ἔπος·οὐδὲ γέλως μαλακῇσιν ἐφίζανε, μύστι, παρειαῖς.σιγήσω κρυφίους σεῖο, μάκαιρα, πόνους.καὶ τὰ μὲν ἔνδοθι τοῖα, τὰ δʼ ἔκτοθι πᾶσι πέφανται·τοὔνεκα καὶ θείῳ σῶμʼ ἀπέλειπες ἕδει.