τιμὰς ὑμετέρας οἱ φιλογαστορίδαι.οὐ ζητεῖτε τράπεζαν ἐύπνοον, οὐδὲ μαγείρους·οἱ δʼ ἐρυγὰς παρέχουσ’ ἀντʼ ἀρετῆς τὸ γέρας.Τρισθανέες, πρῶτον μὲν ἐμίξατε σώματʼ ἀνάγνωνἀθλοφόροις, τύμβοι δὲ θυηπόλον ἀμφὶς ἔχουσι·δεύτερον αὖτε τάφους τοὺς μὲν ἐμίξατε σώματʼ ἀθέσμως,αὐτοὶ σήματʼ ἔχοντες ὁμοίια· τοὺς δʼ ἀπέδοσθε,πολλάκι καὶ τρὶς ἕκαστον ὃ δὲ τρίτον, ἱεροσυλεῖςμάρτυρας οὓς φιλέεις· Σοδομίτιδες ἤξατε πηγαί.παῖδες χριστιανῶν τόδʼ ἀκούσατε· οὐδὲν ὁ τύμβος·πῶς οὖν ὑμετέρους χώννυτʼ ἀριπρεπέας;ἀλλʼ ἔστιν καὶ πᾶσι γέρας τόδε, μηδὲ τάφοισινβάλλειν ἀλλοτρίοις δυσμενέας παλάμας.εἰ δʼ ὅτι μὴ νέκυς οἶδε τὰ ἐνθάδε, τοῦτʼ ἀδίκαστον,πείθομαι, ἢν σὺ φέρῃς πατρὸς ὕβριν φθιμένου.Τυμβολέται, γάστρωνες, ἐρευγόβιοι, πλατύνωτοι,μέχρι τίνος· τύμβοις Μάρτυρας ἀλλοτρίοιςτιμᾶτʼ, εὐσεβέοντες ἃ μὴ θέμις; ἴσχετε λαιμούς,καὶ τότε πιστεύσω Μάρτυσιν ἦρα φέρειν.τιμὴ Μάρτυσίν ἐστιν ἀεὶ θνῄσκειν βιότητι,αἵματος οὐρανίου μνωομένους μεγάλου,τύμβοι δὲ φθιμένοις· ὃς βήματα δʼ ἡμὶν ἐγείρειἀλλοτρίοισι λίθοις, μηδὲ τάφοιο τύχοι.Μάρτυρες, αἷμα Θεῷ μεγάλην ἐσπείσατε λοιβήν,καὶ μέντοι θεόθεν ἄξια δῶρʼ ἔχετε,βήμαθʼ, ὕμνους, λαούς, εὐχῶν σέβας. ἀλλʼ ἀπὸ τύμβωνφεύγετε, νεκροκόμοι, Μάρτυσι πειθόμενοι.δαίμοσιν εἰλαπίναζον, ὅσοις τὸ πάροιθε μεμήλειδαίμοσιν ἦρα φέρειν, οὐ καθαρὰς θαλίας·τούτου χριστιανοὶ λύσιν εὕρομεν, ἀθλοφόροισιστησάμεθʼ ἡμετέροις πνευματικὰς συνόδους.νῦν δέ τι τάρβος ἔχει με· ἀκούσατε οἱ φιλόκωμοι·πρὸς τοὺς δαιμονικοὺς αὐτομολεῖτε τύπους.μηκέτι πηκτὸν ἄροτρον ἀνήρ ἐπὶ γαῖαν ἐλαύνοι,μὴ πέλαγος πλώοι,. μὴ δόρυ θοῦρον ἔχοι·ἀλλὰ φέρων σκαπάνην τε καὶ ἄγριον ἐν φρεσὶ θυμόν,ἐς τύμβους πατέρων χρυσὸν ἴοι ποθέωνὁππότε καὶ τοῦτόν τις ἐμὸν περικαλλέα τύμβονσκάψεν ἀτασθαλέων εἵνεκα κερδοσύνης.ἑπτὰ βίοιο πέλει τάδε θαύματα· τεῖχος, ἄγαλμα,